# Adversus Eunomium (Libri 5) 694.2

Basilius, Adversus Eunomium (Libri 5), 694.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/694.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/694.2

B15. Εὕρισκομεν οὖν λογιζόμενοι, ὅτι οὐκ ἐν τῇ τοῦ τί ἐστιν ἀνερεύνησις ἡ τοῦ ἀγεννήτου ἡμῖν ἔννοια ὑποπίπτει, ἀλλὰ μᾶλλον, ἵνα βιαζάμενος (97) εἴπω τὸν λόγον, ἐν τῇ τοῦ ὅπως ἐστίν. Ἐξετάζων γὰρ ἡμῶν ὁ νοῦς, εἰ ὁ ἐπὶ πάντων Θεὸς ἑαυτοῦ τινὰ αἰτίαν ὑπερκειμένην ἔχει, εἶτα οὐ δυνάμενος ἐπινοεῖν οὐδεμίαν, τὸ ἀναρχον αὐτοῦ τῆς ζωῆς ἀγέννητον προσηγόρευσε. Ὡς γὰρ ἐν τοῖς περὶ τῶν ἀνθρώπων λόγοις, ὅταν λέγωμεν ὅτι, Ὁ δεῖνα ἐκ τοῦδε γέγονεν, οὐ τὸ τί ἐστιν ἐκάστος, ἀλλὰ τὸ ὅθεν γέγονεν διηγούμεθα· οὕτως καὶ ἐν τοῖς περὶ Θεοῦ ἡ ἀγέννητος φωνὴ οὐ τὸ τί, ἀλλὰ τὸ (98) μηδαμοθεν αὐτοῦ σημαίνει. Οὕτως δ’ ἂν σαφέστερον ὁ λόγος γένοιτο. Ὁ εὐαγγελιστὴς Λουκᾶς, τὴν κατὰ σάρκα γενεαλογίαν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκτιθέμενος, καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀναποδίζων, ἤρχετο μὲν ἀπὸ τοῦ Ἰωσὴφ· εἶπὼν δὲ τοῦτον μὲν τοῦ Ἡλι, τὸν δὲ τοῦ Μαθάν, καὶ οὕτως κατὰ ἀνάλυσιν (99) πρὸς τὸν Ἄδαμ τὴν ἐξήγησιν ἐπανάγων, εἶτα ἐλθὼν ἐπὶ τοὺς ἄνω, καὶ εἰπὼν ὅτι ὁ Σὴθ ἐκ τοῦ Ἄδαμ, ὁ δὲ Ἄδαμ ἐκ τοῦ Θεοῦ, ἐνταῦθα τῆς ἐναβάσεως ἔληξεν· οὐχὶ τὰς οὐσίας (1) τῶν ἀπηριθμημένων δηλῶν ἐν τῇ διηγέσει τῆς ἐκάστου γενέσεως, ἀλλὰ τὰς προσεχεῖς ἀρχὰς ἀφ’ ἧς ἕκαστος γέγονεν ἐκτιθέμενος. Ὁσπερ οὖν ἐκεῖνος εἶπεν, ὅτι ὁ

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
