# Adversus Eunomium (Libri 5) 699.1

Basilius, Adversus Eunomium (Libri 5), 699.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/699.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/699.1

ΒΑΣ. Ὑποθέμενος (29) ἑαυτῷ κατὰ τὸν λόγον ὅπερ ἐβούλετο, καὶ τὰ ἀκόλουθα λαβὼν ταῖς ὑποθέσεσιν, εἰς ἀτόπους ἐννοίας ἑαυτὸν ἐξωθὼν, ἀναγκαίαν ἐντεῦθεν οἴεται τὴν παραδοχὴν τῶν ἰδίων δογμάτων (30) ἐπιδεικνύναι. Φησὶ γὰρ ὅτι, Οὐχ ἂν τοῦτο εἴποιμεν, ὡς κοινὴ μὲν ἀμφοῖν ἡ οὐσία· τάξει δὲ καὶ τοῖς ἐκ χρόνου προεσθείοις ὁ μὲν ἐστὶ πρῶτος, ὁ δὲ δεύτερος. Εἰ μὲν οὖν τὸ κοινὸν τῆς οὐσίας οὕτω νοήσας εἴπεν, ὡς ἐξ ὑλῆς προὑπάρχουσης διανομήν τινα καὶ κατάδιαιρεσιν (31) εἰς τὰ ἀπ' αὐτῆς νοεῖν, οὐτ' ἂν αὐτοὶ καταδεξάμεθα τὴν διάνοιαν ταύτην· μὴ γένοιτο ! καὶ τοὺς λέγοντας, εἰ τινες καὶ εἰσιν, οὐδὲν ἔλαττον ἀσθελεῖν τῶν τὸ ἀνόμοιον λεγόντων ἀποφαινομένθα· εἰ δὲ οὕτω τις ἐκλαμβάνοι τὸ τῆς οὐσίας κοινόν, ὡς τὸν τοῦ εἶναι λόγον ἕνα καὶ τὸν αὐτὸν ἐπ' ἀμφοῖν θεωρεῖσθαι, ὥστε καὶ εἰ καθ' ὑπόθεσιν φῶς ὁ Πατὴρ τῷ ὑποκειμένῳ(32) νοοῖτο, φῶς καὶ τὴν τοῦ Μονογενοῦς οὐσίαν ὁμολογεῖσθαι, καὶ ὅπερ ἂν τις ἀποξῷ ἐπὶ τοῦ Πατρὸς τὸν τοῦ εἶναι λόγον, τὸν αὐτὸν τοῦτον καὶ τῷ Υἱῷ ἐφαρμόζεσθαι· εἰ οὕτω τὸ κοινὸν τῆς οὐσίας λαμβάνοιτο, δεχόμεθα· καὶ ἡμέτερον εἶναι τὸ δόγμα φήσομεν. Κατὰ τοῦτο γὰρ καὶ θεότης μία· δηλονότι κατὰ τὴν τῆς οὐσίας λόγον τῆς ἐνότητος νοουμένης, ὥστε ἀριθμῷ μὲν τὴν διαφοράν (33) ὑπάρχειν, καὶ ταῖς ἰδίῳσι ταῖς χαρακτηριζούσαις ἐκάτερον· ἐν δὲ τῷ λόγῳ τῆς θεότητος τὴν ἐνότητα θεωρεῖσθαι.

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
