# Adversus Eunomium (Libri 5) 711.1

Basilius, Adversus Eunomium (Libri 5), 711.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/711.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/711.1

Ἄνδρος, τὸν ἀπὸ ἀλιέων εἰς τὴν διακονίαν τῆς ἀποστολῆς προσκαληθέντα, τὸν διὰ πίστεως ὑπεροχὴν ἐφ’ ἑαυτὸν (19) τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας δεξάμενον· ὧν οὐδὲν ἐστὶν οὐσία, ὡς ἡ ὑπόστασις (20) νοουμένη. Ὦστε τὸ ὄνομα τὸν χαρακτῆρα μὲν ἡμῖν ἀφορίζει τὸν Πέτρου· αὐτὴν δὲ οὐδαμῶ παρέστησεν τὴν οὐσίαν. Πάλιν ἀκούσαντες Παύλου, ἑτέρων ἰδιωμάτων συνδρομὴν ἐνοήσαμεν· τὸν Ταρσεᾶ, τὸν Ἑβραῖον, τὸν κατὰ νόμον Φαρισαῖον, τὸν μαθητὴν Γαμαλιήλ, τὸν κατὰ ζῆλον διώκτην τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τὸν ἐκ τῆς φοβερᾶς ὄψεως εἰς τὴν ἐπίγνωσιν ἐναχθέντα (21), τὸν ἀπόστολον τῶν ἐθνῶν. Ταῦτα γὰρ πάντα ἐκ μιᾶς φωνῆς τῆς Παύλου περιεργίζεται. Καίτοιγε, εἰπερ ἀληθὲς ἦν, ὅτι ὧν τὰ ὀνόματα διενόχουν, ἐναντίως ἔχουσι τὰ οὐσία, ἔχρει δῆπου καὶ Παῦλον καὶ Πέτρον καὶ ἀπασίας ἔχουσι ἀνθρώπους· ἀπαντας ἑτεροούσιος ἀλλήλοις εἶναι. Ἐπεὶ δὲ τοῦτο οὐδεὶς οὕτως ἄμαθὴς καὶ τῆς κοινῆς φύσεως ἀνεπίσκεπτος, ὥστε· ἂν εἰπεῖν προαχθῆναι· Ἐκ πηλοῦ γάρ, φησί, διηρίσθαι σὺ, ὡς κἀγώ· οὐδὲν ἔτερον τοῦ λόγου ἢ τὸ ὁμοούσιον πάντων ἀνθρώπων ἀποσημαινόντος· ψευδὴς (22) ὁ τῇ διαφορᾷ τῶν ὀνομάτων τῇ τῆς οὐσίας διαφορᾷ ἐπεσθαι συφίζομενος. Οὐ γὰρ τοῖς πράγμασιν ἡ τῶν πραγμάτων φύσις ἀκολουθεῖ, ἀλλ’ ὑστερα τῶν πραγμάτων εὑρίσκει τὰ ὀνόματα. Εἰ γὰρ τοῦτο ἦν ἀληθὲς, ἔδει καὶ ὧν προσγγορίαι (23) εἰσὶν αἱ αὐταί, μὴν καὶ τὴν αὐτὴν οὐσίαν εἶναι. Οὕκουν οἱ κατ’ ἀρετὴν τέλειοι τῆς τοῦ Θεοῦ προσγγορίας ἡξιώνται, ὁμοούσιοι ἂν εἰεν τῷ Θεῷ τῶν ὅλων οἱ ἄνθρωποι. Ἄλλ’ ὥσπερ τοῦτο λέγειν μανία σαφής, C οὕτω καὶεῖνος ὁ λόγος τῆς ἴσης ἔχεται παρανοίας.

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
