# Adversus Eunomium (Libri 5) 743.4

Basilius, Adversus Eunomium (Libri 5), 743.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/743.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/743.4

ΒΑΣ. Πῶς οὖν ἡ ἀδέσποτος καὶ πάντων νόμων ἐλευθέρα ἀνεφάνη νῦν οὐχ ἐκούσιον ἔχουσα τὸ ἀσύγκριτον, ἀλλὰ νόμῳ φύσεως προειλημμένη, καὶ ἀπροαιρέτως τῆς πρὸς ἑαυτὴν κοινωνίας τὸν γεννητὸν ἀπελαύνουσα, ὥστε διὰ τοῦτο καὶ αὐτῷ τυγχάνειν τῷ Μονογενεῖ ἀπροσπέλαστος; Τοσοῦτον μὲν οὖν ἐν τοῖς λεγομένοις ὑπ’ αὐτοῦ τὸ ἀσύμφωνον· τὸ δὲ ἀσαδὲς ὅσον; Ἀδέσποτον μὲν καὶ ἐλευθέραν τὴν τοῦ Πατρὸς οὐσίαν προσαγορεύει (εἴπερ οὖν ἀδέσποτός ἐστί νόμῳ τῆς φύσεως ὑποκείμενός)· δουλικὴν δὲ εἶναι ἐξ ἀντιθέτου τὴν τοῦ Μονογενοῦς ἀποφαίνεται, καὶ ἐντεῦθεν τὸ ὁμότιμον τῆς φύσεως ἀφαιρούμενος. Διὸ γὰρ ὄντων πραγμάτων, κτίσεως τε καὶ θεότητος· καὶ τῆς μὲν κτίσεως ἐν δουλείᾳ καὶ ὑπακοῇ τεταγμένης, ἀρχικῆς δὲ οὖσης καὶ δεσποτικῆς τῆς θεότητος· ὁ ἀφαιρούμενος τῆς δεσποτείας τὸ ἀξίωμα, καὶ εἰς τὸ δουλείας ταπεινὸν καταβάλλων, οὐχὶ δήλως ἐστι καὶ διὰ τοῦτο συστοιχοῦντα αὐτῷ τῇ πάσῃ κτίσει δείκνυς; Οὐ γὰρ δή τοῦτο σεμνὸν αὐτῷ, εἰ τῶν ὁμοδούλων προεξεί. Ἀλλ’ εἰ μὴ βασιλεὺς καὶ Δεσπότης ὁμολογοῖτο, οὐ τῇ τῆς φύσεως ἐλαττώσει, τῇ ἀγαθότητι δὲ τῆς προαιρέσεως καταδεχόμενος τὸ ὑπήκοον· τοῦτο χαλεπὸν καὶ φρικτὸν, καὶ θλεβρον φέρον τοῖς ἀρνοῦμένοις. Ὁ δὲ προσέθηκεν·

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
