# Adversus Eunomium (Libri 5) 745.2

Basilius, Adversus Eunomium (Libri 5), 745.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/745.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/745.2

BAS. Πρῶτον μὲν οὖν πῶς δυνατὸν ἐκ τῶν δημιουργημάτων τὰς οὐσίας ἀναλογίζεσθαι, ἐγὼ μὲν οὐχ ὁρῶ. Δυνάμεως γάρ, καὶ σοφίας, καὶ τέχνης, οὐχὶ δὲ τῆς οὐσίας αὐτῆς ἐνδεικτικά ἐστι ποιήματα. Καὶ οὐδὲ αὐτὴν πᾶσαν τοῦ δημιουργοῦ τὴν δύναμιν ἀναγκαίως παρίστησιν, ἐκδεχομένου ποτὲ τὸν τεχνίτην μὴ πᾶσαν ἑαυτοῦ τὴν ἰσχὺν ἐναποθέσθαι ταῖς ἐνεργείαις, ἀλλ’ ὑφεῖμένοις πολλάκις ἐπὶ τῶν ἔργων τῆς τέχνης τοῖς τόνοις (56) χρῆσθαι. Εἰ δὲ καὶ ὅλην τὴν δύναμιν ἐπὶ τὸ ἔργον ἀνακινήσειε, καὶ οὕτως ἂν ὑπάρχοι τὴν ἰσχὺν αὐτοῦ διὰ τῶν ἔργων ἀναμετρεῖσθαι, οὐχὶ δὲ τὴν οὐσίαν, ἥτις ποτὲ ἐστι, καταλαμθάνεσθαι. Εἰ δὲ διὰ τὸ ἀπλοῦν καὶ ἀσύνθετον τῆς θείας φύσεως τῇ μὲν δυνάμει σύνδρομον τίθεσθαι τὴν οὐσίαν, καὶ διὰ τὴν προσούσαν ἀγαθότητα τῷ θεῷ ὅλην μὲν κεινῆσθαι λέγει (57) τὴν τοῦ Πατρὸς δύναμιν εἰς τὴν γέννησιν τοῦ Υἱοῦ, ὅλην δὲ πάλιν τὴν τοῦ Μονογενοῦς εἰς τὴν ὑπόστασιν τοῦ ἁγίου Πνεύματος, ὥστε ἐκ μὲν τοῦ Πνεύματος τὴν τοῦ Μονογενοῦς δύναμιν θεωρεῖσθαι, ὁμοῦ δὲ καὶ τὴν οὐσίαν, ἐκ δὲ τοῦ Μονογενοῦς πάλιν τὴν τοῦ Πατρὸς δύναμιν τε καὶ οὐσίαν καταλαμβάνεσθαι : σκοπεῖτε τὸ συναγόμενον. Ἐξ ὧν γὰρ ἐπεχείρησε τὸ ἀνόμοιον συστήσαι τῆς οὐσίας, ἐκ τούτων ἐφάνη κατασκευάζων τὴν ὁμοιότητα. Εἰ γὰρ οὐδὲν ἔχει κοινὸν ἡ δύναμις πρὸς τὴν οὐσίαν, πῶς ἐκ τῶν δημιουργημάτων, ἀπερ δυνάμεώς ἐστιν ἀποτελέσματα, πρὸς τὴν κατάληψιν αὐτῆς ὠδηγήθη ; εἰ δὲ ταυτὸν οὐσία τε ἐστι καὶ δύναμις, τὸ τὴν δύναμιν χαρακτηρίζον χαρακτηρίζει πάντως καὶ τὴν οὐσίαν. Ὥστε τὰ δημιουργήματα, ὡς σὺ φῃς, οὐ πρὸς τὸ ἀνόμοιον τῆς οὐσίας, ἀλλὰ πρὸς τὴν ἀκριβεστάτην τῆς ὁμοιότητος φέρει. Πάλιν μέντοι καὶ τοῦτο τὸ ἔγχειρημα τὸν ἡμέτερον μᾶλλον ἢ τὸν αὐτοῦ λόγον συνίστησιν. Ἡ γὰρ οὐδαμοθεν ἔχει παραχθῆσθαι τῶν εἰρημένων τὰς ἀποδείξεις, ἢ εἴπερ ἐκ τῶν ἀνθρωπίνων τὰς εἰκόνας λαμβάνοι, εὑρήσει οὐκ ἐκ τῶν ἔργων τοῦ τεχνίτου ἐν περινοίᾳ τῆς οὐσίας αὐτοῦ γινομένους ἡμᾶς, ἀλλ’ ἐκ τοῦ γεννηθέντος τὴν τοῦ γεγεννηκότος φύσιν ἐπιγιγνώσκοντας. Οὐ γὰρ ἐκ τῆς οἰκίας τὴν οὐσίαν τοῦ οἰκοδόμου καταλαβεῖν δυνατὸν· ἐκ μέντοι τοῦ γεννήματος νοῦσαι ῥάδιον τοῦ γεγεννηκότος τὴν φύσιν. Ὥστε εἰ μὲν δημιούργημα ὁ Μονογενής, οὐ παρίστησιν ἡμῖν τοῦ Πατρὸς τὴν οὐσίαν· εἰ δὲ γνωρίζει ἡμῖν δι’ ἑαυτοῦ τὸν Πα- D εἰκῶν τοῦ Θεοῦ, καὶ (58) ὑποστάσεως χαρακτήρ.

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
