# Adversus Eunomium (Libri 5) 747.1

Basilius, Adversus Eunomium (Libri 5), 747.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/747.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/747.1

ἐπὶ τοῖς πονηροῖς δόγμασιν (73) ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως ἀναμένων. A τανοῦ ἦν μόνου τοσοῦτον μανγῖναι κατὰ τοῦ Πνεύματος, καὶ ὀνόμασί τε αὐτὸ ταπεινοῖς καθυβρίσαι, καὶ τὴν φύσιν αὐτοῦ τοσοῦτον ἐξευτελίσαι, ὥστε ἀδοξίαν εἰπεῖν τῷ πεποιηκότι προστρίβεσθαι. Μᾶλλον δὲ καὶ χείρωνos ἔφυγεν τὰ ταπεινὰ (65) εἰπεῖν τι περὶ τοῦ Πνεύματος, ὡς ἂν μὴ τὸν τύφον ἑαυτοῦ καταβάλῃ. Καὶ περὶ μὲν τούτου κατὰ σχολὴν ἐροῦμεν (66). Ἐκεῖνο δὲ τινὶ τῶν πάντων ἀδηλον, ὅτι οὐδεμιᾶν ἐνέργειαν τοῦ Υἱοῦ ἀποπεπτημένην ἐστὶ τοῦ Πατρός, οὐδ’ ἐστὶ τι ἐν τοῖς οὖσι τῷ Υἱῷ ὑπάρχον, ὃ τοῦ Πατρὸς ἡλίστριωται; Πάντα γάρ, φησίν, τὰ ἐμὰ σὰ ἐστι, καὶ τὰ σὰ ἐμὰ. Πῶς οὖν τοῦ Πνεύματος τὴν αἰτίαν τῷ Μονογενεῖ μόνῳ προσῆψεν, καὶ κατηγορήμα τῆς φύσεως (67) αὐτοῦ τὴν τοῦτοῦ λαμβάνει δημιουργίαν; Εἰ μὲν οὖν, δύο ἀρχὰς ἀντιπαραξέχων ἀλλήλαις, ταῦτά φησι, μετὰ Μανιχαίου καὶ Μαρκιανοῦ συντριβήσεται· εἰ δὲ μιᾶς ἐξάπτει τὰ ὄντα, τὸ παρὰ τοῦ Υἱοῦ γεγενήσθαι λεγόμενον πρὸς τὴν πρώτην αἰτίαν τὴν ἀναφέρει ἔχει. Ὦστε πᾶν πάντα εἰς τὸ εἶναι παρήχθαι διὰ τοῦ Θεοῦ Λόγου πιστεύωμεν, ἀλλὰ τὸ πάντων αἴτιον εἶναι τὸν Θεὸν τῶν ὅλων οὐκ ἀφαιρούμεθα. Πῶς δὲ οὖ (68) φανερὸν ἔχει τὸν κίνδυνον διαιρεῖν ἀπὸ τοῦ Θεοῦ τὸ Πνεῦμα; τοῦτο μὲν τοῦ Ἀποστόλου συνημμένως ἡμῖν παραδιδόντος, καὶ μὲν Χριστοῦ λέγοντος, νῦν δὲ τοῦ Θεοῦ, ἐν οἷς γράφει· Εἰ δὲ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ· καὶ πάλιν· Ὑμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβετε (69), ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ· τοῦτο δὲ τοῦ Κυρίου τὸ Πνεῦμα τῆς ἀληθείας λέγοντος (70)· ἐπειδὴ αὐτὸς (71) ἡ ἀλήθεια, καὶ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Ἄλλ’ οὗτος, εἰς καθαίρεσιν τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀφαιρεῖ μὲν αὐτὸ τοῦ Πατρὸς, τῷ δὲ Μονογενεῖ διαφερόντως ἐπὶ καθαίρεσιν τῆς δόξης προσῆψεν, ἐνυβρίζων, ὡς οἴεται (72), οὐδεμιᾶν ἐκδίκησιν

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
