# Adversus Eunomium (Libri 5) 751.3

Basilius, Adversus Eunomium (Libri 5), 751.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/751.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/751.3

3. Εἰ οὖν φύσει αὐτῷ ὁ ἀγιασμὸς ἐστιν, ὡσπερ Πατρὶ καὶ Υἱῷ, πῶς τρίτης (95) ἐστὶ καὶ ἀλλοτρίας φύσεως· Διὰ τοῦτο γάρ, οἶμαι, καὶ παρὰ τῷ Ἡσαΐᾳ τὰ Σεραφὶμ τρίτον ἐκδιδόντα τὸ ἅγιος ἀναγέγραπται, ὅτι ἐν τριάδι ταῖς ὑποστάσεσιν ὁ κατὰ φύσιν ἁγιασμὸς θεωρεῖται. Οὐ τοῦτο δὲ μόνον αὐτῷ κοινὸν πρὸς Πατέρα καὶ Υἱὸν τὸ τῆς ἀγιωσύνης ὄνομα, ἀλλὰ καὶ αὐτῇ ἡ τοῦ πνεύματος προσῳγορία. Πνεῦμα γάρ ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Καὶ ὁ προφήτης φησί· Πνεῦμα πρὸ προσώπου (96) ἡμῶν Χριστὸς Κύριος, οὗ ἐλπασμεν· Ἐν τῇ σκιᾷ τῶν πτερύγων αὐτοῦ ζησόμεθα. Καὶ ὁ Ἀπόστολος τὴν τοῦ πνεύματος προσῳγορίαν ἐπὶ τὸν Κύριον ἀναφέρει λέγων· Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν. Ἐκ δὲ τούτων παντὶ δῆλον, ὅτι οὐχὶ ἀλλοτρίωνσι (97) τῆς φύσεως, ἀλλ' οἰκείως πρὸς τὸν Πατέρα καὶ Υἱὸν ἡ κοινωνία τῶν ὀνομάτων παρίσταται. Καὶ ἀγαθὸς ὁ Θεὸς εἴρηται, καὶ ἐστιν· ἀγαθὸν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ἐπισκευαστὴν ἔχον τὴν ἀγαθότητα, ἀλλ' ἐκ φύσεως αὐτῷ συνυπάρχουσαν. Ἡ πάντων δὲ ἐν ἀξιομάτῳ τὸ φύσει ἅγιον μὴ φύσει λέγειν τὴν ἀγαθότητα ἔχειν, ἀλλ' ἐπιγεννηματικὴν (98) καὶ ἐξωθεν προσγεγενημένην αὐτῷ. Ἐν ᾧ δὲ εἴπεν ὁ Κύριος ὅτι, Ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, καὶ αὐτὸς εἶναι Παράκλητος ἡμῶν ἐνδείκνυται. Ὥστε καὶ ἡ τοῦ παρακλήτου προσῳγορία οὐ μικρὸν πρὸς ἀπόδειξιν (99) τῆς δόξης τοῦ ἁγίου Πνεύματος συντελεῖ.

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
