# Adversus Eunomium (Libri 5) 760.2

Basilius, Adversus Eunomium (Libri 5), 760.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/760.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/760.2

2. Θεός, καὶ Κύριος, καὶ παντοκράτωρ, καὶ Σαβαωθ (50), καὶ ὤν, καὶ Ἄδωναι, καὶ Ἐλωὶ, ὁ Θεὸς ἐν ταῖς Γραφαῖς ἐφρηται · ἀγέννητος δὲ οὐδαμῶ. Εἰ δὲ τις καὶ τοῦτο συγχωρήσει, καὶ τὸ ἀγέ-νητος καὶ τὰ προκείμενα ὀνόματα λέγειν ἀρμόσει καὶ Ἰουδαίοις καὶ πᾶσι Χριστιανοῖς· λέγων· τὸ Πατὴρ Χριστοῦ. Εἰ οὖν .. μόνον χωρίζον ἡμᾶς τῶν ἄλλων ψευδὴς, καὶ οὐχ ἀληθὴς (51), καὶ ὄνομα θέσει, καὶ οὐ πρᾶγμα φύσει · ψευδὴς ἡ πίστις ἡμῶν, καὶ ἡ ἐλπίς ματαια. Οὐ γὰρ ἀδεδάιος ἡ ἀρχή, καὶ τὸ τέλος ἀνίσχυρον. Πάλιν ἐρωτῶσιν · Εἰ ὤν ἐγεννήθη ὁ Υἱός, ἡ μὴ ὤν · ἀσαφὲς καὶ χαοστέχουν τῆς ἐρωτῆσεως οὐσίας αὐτῶν. Αἰσχυνόμενοι γὰρ τὸ πότε, καὶ ἂν χρόνῳ, ἐρωτῶσι, τὸ ὤν λέγοντες. Ἀντερωτήσον αὐτούς · Εἰ ὤν ὁ Θεὸς Πατὴρ τὸν Υἱὸν ἐγέννησεν, ἡ μὴ ὤν Πατήρ; Εἰ μὲν γὰρ ὤν Πατήρ, ὤν δυντα ἐγέν-νησεν · εἰ δὲ οὐχ ὤν, γεννητὸς καὶ οὐ φύσει Πατήρ. Πᾶσαν δὲ φιλονεικίαν αὐτῶν ἀποκλείουσιν αἱ θείαι Γραφαί, Μωσέως μὲν βούντος περὶ τοῦ Υἱοῦ, Ὁ ὤν με ἀπέστειλε · τοῦ δὲ εὐαγγελιστοῦ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Καὶ οὐχ ἅπαξ τὸ ἦν, ἀλλὰ τέταρτον. Καὶ πάλιν ἀλλαχοῦ · Ὁ ὤν ἐκ τοῦ Θεοῦ · καὶ· Ὁ ὤν ἐν τοῖς κόλποις τοῦ Πατρός · καὶ ἐν ἑτέροις· Ὁ ὤν ἐν τῷ οὐρανῷ. Καὶ ἐν τῇ Ἀποκαλύψει· Ὁ ὤν, καὶ ὁ ἦν (52), καὶ ὁ ἐρχόμενος · καὶ ὁ Παῦλος· Ὁς ὤν ἀπαύγασμα τῆς δόξης · καὶ· Ὁς ἐν μορφῇ Θεοῦ ὑπάρχων · καὶ πάλιν· Ὁ ὤν ἐπὶ πάντων Θεὸς εὐλογητός. Εἰ ἀληθινὸς Θεός, καὶ φῶς, καὶ ἀτρεπτος, καὶ ἀγαθός, καὶ ἅγιος, καὶ Κύριος ὁ Υἱός, ταῦτα δὲ καὶ ὁ Πατὴρ ὤν, οὐχ ὁμοίως ἐστιν, ἀλλὰ μειζόνως · οὐχ οὐσίας ὑπεροχή (53) ἀλλὰ ποιότητος ὑπερβολή.

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
