# Adversus Eunomium (Libri 5) 766.1

Basilius, Adversus Eunomium (Libri 5), 766.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/766.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/766.1

μάτων, πᾶν δὲ γέννημα κτίσμα, οὐ κτίσμα ὁ Υἱός· οὐδὲ γὰρ γέννημα ὡς εἴκενα. Εἰ ἐλάττωτο ὁ Θεὸς δημιουργεῖν οὐχ ἧδύνατο τοῦ ἑνὸς Υἱοῦ (93), διὰ τὸ μὴ περιφεύκειν· οὐδὲ ὁ Υἱὸς ἄρα (94) διάφορα δημιουργήσει, ἀλλὰ ἕν τι. Εἰ τὰ ἐλάττω ὑπὸ ἐλάττονος δημιουργεῖται, καὶ τὰ μεῖζονα δὲ ὑπὸ μεῖζονος· διὰ πολλῶν ἄρα ἡ κτίσις, ἐπεὶ οὐ πᾶσα ἴση. Εἰ δημιουργικὸς ὁ Θεὸς φύσει, οὐχ ἕνος ἕστιν, ἀλλὰ πολλῶν. Ἡ γὰρ ἀσθενεία ἄλλο οὐ δημιουργεῖ, ἢ φθόνον καὶ βασκανίαν. Εἰ διὰ Υἱοῦ Πατὴρ δύναμι ἀπελούργησε, Πατὴρ καὶ οὐχ Υἱὸς ὁ δημιουργός, ὥσπερ οὐδὲ τὸ ἄργαλειον ὁ τεχνίτης. Οὐχ ἄρα οὖν ταπεινότερον (95) ἡ κατὰ τὸν Πατέρα τὸ δημιουργεῖν τὰ ὑπὸ τοῦ Υἱοῦ γεγόμενα. Εἰ τὴν δημιουργίαν τῆς οὐσίας κτίσεως ἐπηρχύθη δι' ἑαυτοῦ ποιῆσαι ὁ Θεός, καὶ τὴν δοξολογίαν αὐτῆς οὐ προσίεται. "Α γὰρ ποιῆσαι ἐπιγινόμενα, γεγονέναι ἴδια νομιζοῦσθαι οὐ θέλει. Τὸ ταύτῳ κτίζειν καὶ γεννᾶν τὸν Θεόν, ἐπειδὴ ἀπλοῦς ταύτων καὶ τὸ σώζειν αὐτὸν καὶ ἀπολῦειν, καὶ ζῳοποιεῖν καὶ ἀποκτείνειν. Εἰ δὲ τοῦτο (96), ταύτων ἄρα σωτηρία καὶ ἀπωλεία, καὶ ζωὴ καὶ θάνατος. Εἰ Θεοῦ Χριστὸς δύναμις καὶ σοφία, ταῦτα δὲ ἄκτιστα καὶ συναθάλια Θεῷ (οὐ γὰρ ἦν ποτε ἄσοφος καὶ ἀδύναμος· ἄκτιστος καὶ συναθάλιος Χριστὸς Θεῷ· εἰ δὲ, καθὸ ἐνέργεια, δύναμις, καὶ σοφία Θεοῦ λέγεται, καὶ ἡμεῖς δύναμις καὶ σοφία Κυρίου λεγόμεθα ἄν (97), ὡς αὐτὸς Θεοῦ. Ἄλλ' ἄποπον. Εἰ μὴ ἄδιος Θεὸς ὁ Υἱός, ἐξ ἀνάγκης πρόσφατος· εἰ μὴ ἀληθινὸς, ψευδής· εἰ μὴ φύσει, θέσει. Ἄσεβὼν δὲ προσφάτους καὶ ψευδεῖς καὶ μὴ φύσει λατρεύειν. Οὐχ ἕστιν γὰρ σοι, φησί, Θεὸς πρόσφατος· καὶ ὁ Παῦλος· Ἄλλὰ τότε μήρ', οὐχ εἰδότες Θεόν, ἐδουλεύσατε τοῖς φύσει (98) μὴ οὖσι θεοῖς. Ἡ ἄσεβείας (99) οἱ οὕτω Χριστὸν λατρεύοντες· ἡ φύσει καὶ ἀληθινὸς Θεός, καὶ εὐσεβεῖς. Εἰ ὁ (1) Υἱὸς ἐνέργημα, καὶ οὐ γέννημα, οὔτε ὁ ἐνεργήσας, οὔτε μὴν τὸ ἐνεργηθὲν αὐτὸς ἐστιν (ἕτερον γὰρ ἦν ἡ ἐνέργεια παρὰ ταῦτα), ἀλλὰ καὶ ἀνυπόστατος· οὐδενία γὰρ ἐνέργεια ἕνυπόστατος. Εἰ δὲ τὸ ἐνεργηθὲν, τρίτος ἐκ Πατρός, καὶ οὐχ ἄμεσιντος. Ὁ ἐνεργήσας γὰρ πρῶτος, εἶτα ἡ ἐνέργεια, καὶ οὕτω τὸ ἐνεργηθὲν. Εἰ μονογενὴς ὁ Υἱός, διὰ τὸ μόνος ἐκ μόνου γεγεννηθαι (2)· μονόκτιστος κυριώτερον ἄν λέγοιτο, κτίσμα μὲν ἀληθῶς κατ' Εὐνόμιον ἄν, γέννημα δὲ ψευδῶνως· καλουμένος. Εἰ ὁ Υἱὸς δημιουργημα τοῦ Πατρὸς μόνος, τὰ δὲ πάντα τοῦ Υἱοῦ, εἰπῶν, Τὰ ἐμὰ πάντα σά ἐστι, δυνατὸν εἰπεῖν· ἐπαγαγὼν δέ, Καὶ τὰ σὰ ἐμά, κατ' Εὐνόμιον

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
