# Adversus Eunomium (Libri 5) 767.2

Basilius, Adversus Eunomium (Libri 5), 767.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/767.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/767.2

2. Εἰ Θεὸς ὁμοίως κτίζει καὶ γεννᾷ, ὁμοίως καὶ κτίστης ἡμῶν καὶ Πατὴρ ἐστιν ὁ Χριστός : Θεὸς γὰρ, καὶ οὐ χρεία (3) τῆς διὰ τοῦ ἁγίου Πνεύματος υἱοθεσίας : ὥσπερ οὐδὲ τοῦ δι' ἄλλου τινὸς γεγενήσθαι ἡμᾶς αὐτοῦ κτίσματα : καίτοι γε πολλὰ τῶν κτισμάτων οὐδὲ τὴς υἱοθεσίας πνεῦμα φύσιν ἔχει δέχεσθαι, ὡς τὰ ἄλογα καὶ τὰ ἄψυχα. Ἡμεῖς, κτίσματα ὄντες, διὰ τῆς τοῦ ἁγίου Πνεύματος υἱοθεσίας υἱοὶ γινόμεθα, λεχέτωσαν, εἰ καὶ ὁ Υἱὸς κτίσμα ἐστὶ, διὰ τίνος εἰς υἱοθεσίαν τοῦ Πατρὸς ἐγένετο ; Εἴ πάντα ὅσα ἔχει ὁ Πατήρ, καὶ τοῦ Υἱοῦ ἐστιν, οὐδὲν δὲ (4) ἔχει ὁ Πατὴρ χωρὶς τῶν διὰ τοῦ Υἱοῦ γενομένων, εἰ μή, κατ' αὐτοὺς, αὐτὸν μόνον : καὶ αὐτὸς ἑαυτὸν ἔχειν ὀφείλει : ὅπερ ἀδύνατον. Εἰ ἡ εἰκὼν πάντως ὁμοία, καθοτιοῦν (5) ὁ υἱὸς ἐστιν εἰκών : ἡ δὲ κτίσις κατ' οὐδὲν ὁμοία τῷ κτίσαντι, ἀλλὰ κατὰ πάντα ἀνόμοιος : εἰκὼν ὢν τοῦ Πατρὸς ὁ Υἱὸς, οὐκ ἂν εἴη κτίσις αὐτοῦ. Εἰ τὸ ἀσώματον, γεννῶν, ἀνάγκη ὡς σῶμα γεννᾷ : καὶ βλέπον, ὡς σῶμα βλέπει (6) : καὶ ἀκούων, ὡς σῶμα ἀκούσει : καὶ πᾶσαν ἐνέργειαν ὡς σῶμα ἐνεργήσει : εἰ δὲ ταῦτα ἑτέρως, καὶ γεννῶν ἑτέρως δηλονότι γεννήσει. "Ὁ αὐτὸς τις οὐκ ἔχει, ἑτέρους χαρίσθαι οὐ δύναται : εἰ οὖν κτίσμα καὶ δοῦλος ὁ Υἱὸς, ἐλευθέρους ἄλλους ποιεῖν οὐ δύναται. Τὸ φύσει μέσον τινῶν ἑκατέρων τῶν ἄκρων ἐφάπτεται : εἰ οὖν φύσει μεσίτης Χριστὸς Θεοῦ καὶ ἡμῶν, καὶ οὐ κατ' οἰκονομίαν, φύσει (7) συνήπταται Θεὸς καὶ κτίσις. Εἰ ὁμοίός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, οὐ κατ' οὐσίαν δέ, λείπεται ἢ κατὰ μορφήν, ἢ κατ' ἐνέργειαν : ἀλλὰ μορφὴ (8) μὲν ἀδύνατον (οὐδὲν γὰρ ἀσώματον ἐν μορφῇ) : εἰ δὲ κατ' ἐνέργειαν, οὐκ ἂν καὶ αὐτὸς ἄλλοῖόν τι, ἀλλὰ τοιούτον οἷον αὐτὸς ἐστιν ἐνήργησεν ἂν, εἴπερ ποίημα τοῦ Πατρὸς, καὶ οὐ γέννημα. "Αλλως δὲ καὶ προεῖρηται, καὶ κατὰ ἐνέργειαν ὁμοιον, ἐξ ἀνάγκης καὶ κατ' οὐσίαν ὁμοιον εἶναι.

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
