# Adversus Eunomium (Libri 5) 770.8-771.28

Basilius, Adversus Eunomium (Libri 5), 770.8 to 771.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/770.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/770.8

Εἰς τὸ αὐτό. Εἰ μηδὲν ὁ Σωτὴρ ἀφ' ἑαυτοῦ ποιεῖν ἔδύνατο, ἀλλ' ἐπιτάσσοντος τοῦ Πατρός, οὐδὲ ἀγαθὸς, οὐδὲ κακός. Οὐδὲν γὰρ τῶν γενομένων αἴτιος. Καὶ πῶς οὐχ ἄντρον ἄνθρώπους μὲν καὶ ἀγαθῶν καὶ κακῶν εἶναι ποιη- Α τὰς αὐτεξουσίας, τὸν δὲ Υἱὸν, Θεὸν ὄντα, μηδενὸς κατ' ἐξουσίαν εἶναι ποιητήν. Εἰς τὸ, « Ἐγώ εἰμι ἡ ἀμπελος. » Εἰ ἀμπελος, φασίν (34), ὁ Σωτήρ, κλήματα δὲ ἡμεῖς, γεωργὸς δὲ ὁ Πατήρ· τὰ δὲ κλήματα ὁμοφυὴ μὲν τῇ ἀμπελῷ, ἡ δὲ ἀμπελὶς οὐχ ὁμοφυὴς τῷ γεωργῷ· ὁμοφυὴς μὲν ἡμῖν ὁ Υἱός, καὶ μέρος ἡμεῖς αὐτοῦ, οὐχ ὁμοφυὴς δὲ ὁ Υἱὸς τῷ Πατρί, ἀλλὰ κατὰ πάντα ἀλλότριος. Πρὸς οὓς ἐρωῦμεν οὐ τῆς θεότητος αὐτοῦ, ἀλλὰ τῆς σαρκὸς εἰρημένα ἡμᾶς κλήματα, κατὰ τὸν Ἀπόστολον τὸν εἰπόντα· Ἡμεῖς γάρ ἐσμεν τὸ σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους· καὶ πάλιν· Οὐχ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστι; καὶ ἐν ἄλλοις· Ὁλος ὁ χοϊκός, τοιούτοι καὶ οἱ χοϊκοί· καὶ ὁλος ὁ ἐπουράνιος, τοιούτοι καὶ οἱ ἐπουράνιοι· καὶ, Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Εἰ ἀνδρὸς κεφαλὴ ὁ Χριστός, Χριστοῦ δὲ κεφαλὴ ὁ Θεός, ἄνθρωπος δὲ τῷ Θεῷ Χριστῷ (36) οὐχ ὁμοούσιος (οὐ γὰρ Θεός), Χριστὸς δὲ Θεῷ ὁμοούσιος (Θεὸς γάρ)· οὐχ ἄρα ὡς ἀνδρὸς κεφαλὴ Χριστός, οὕτως Θεὸς Χριστοῦ. Ἡ γὰρ κτιστικὴ φύσις καὶ ἡ κτιστικὴ θεότης (37) εἰς ἓν καὶ ταὐτὸν οὐ συμβαίνουσιν. Οὕκοῦν ὁ μὲν ὡς Πατὴρ κεφαλὴ Χριστοῦ, ὁ δὲ ὡς ποιητὴς, ἡμῶν. Εἰ τὸ θέλημα τοῦ Πατρὸς ἐστι τὸ πιστεύειν ἡμᾶς εἰς τὸν Υἱὸν αὐτοῦ (Τοῦτο γὰρ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱόν, καὶ πιστεύων εἰς αὐτόν, ἔχῃ ζωὴν αἰώνιον), οὐχ ἐκ θελήματος ὁ Υἱός (38)· ἐπεὶ τὸ πιστεύειν ἡμᾶς εἰς αὐτὸν ἢ σὺν αὐτῷ, ἢ πρὸ

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
