# Adversus Eunomium (Libri 5) 781.11

Basilius, Adversus Eunomium (Libri 5), 781.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/781.11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/781.11

ἐνεργείας; (11), αὐθεντία φύσεως χρωμένων· πῶς ἑτερότης οὐσίας ἐν τῇ Τριάδι, ἐν ᾗ παντὸς τῆς ἐνεργείας εὐρίσκειται; Οἱ ἑμοὶ λόγοι, Σολομῶν φησιν, ὑπὸ Θεοῦ εἱρηγται· καὶ ὁ Παῦλος, ὑπὸ Χριστοῦ· Ἐπεὶ δοκιμηγάρ, ἔφη, ζητεῖτε τοὺ ἐν ἑμοὶ λαλοῦντας Χριστοῦ. Οὐδὲν δὲ ἤττον καὶ τὸ Πνεῦμα ἐν ἀποστόλοις λαλεῖ. Ἐλάλουν γάρ, φησίν, οἱ ἀπόστολοι καθὼς τὸ Πνεῦμα ἐδίδουν ἀποφθέγγεσθαι αὐτοῖς. Καὶ, Οὐχ ἑαυτὸς ὑμεῖς οἱ λαλοῦντες, ὁ Σωτὴρ ἐφη αὐτοῖς, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς, τὸ λαλοῦν ἐν ὑμῖν. Λαλεῖ δὲ καὶ ἐν προφή- tais τὸ Πνεῦμα. Τίς γάρ δή, Μωϋσῆς ἔφη, πάντα τὰ λαλῶν τούτων προφητεύειν; Ὅταν δὴ Κύριος τὸ Πνεῦμα αὐτοῦ ἐπ’ αὐτόν. Καὶ ὁ νέος δὲ τῆς Νέας Διαθήκης προφήτης Ἁγabus ἀνέκραγε λέγων· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· ἑπερ συνέθηκεν οἱ τῆς Παλαιᾶς Διαθήκης ἐδῶν προφητᾶι, Τάδε λέγει Κύριος ὁ Θεός. Καὶ ταῦτα συνελὼν ὁ Παῦλος τὰ ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος (12) ῥηθέντα, Πίστα, ἔφη, Γραφὴ θεοπνευστος. Εἰ δὲ λαλεῖ ἐν ἀποστόλοις· καὶ ἐν προφήταις τὸ Πνεῦμα, πᾶσα δὲ Γραφὴ θεοπνευστος, εἴπατε τοῖς ἀσεβεῦσι· Πῶς οὖ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον τυγχάνει, τῆς τούτου συγγραφῆς θεοπνεύστου οὐσης; Ὅτι οὔτε ὄπτασις οὔτε χρησμοδία γίνεται κεχωρισμένης Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Ἡσαίας ὁ προφήτης, Εἰδον (12), ἔφη, Κύριον Σαβαὼθ καθημένον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ σαραφειμ εἰστήκεισαν κύκλῳ αὐτοῦ, ἐξ πτέρυγες τῷ ἑνί. Καὶ μετ’ ὀλίγα φησί· Καὶ εἶπε Κύριος πρὸς μέ· Πορεύου καὶ εἰπον τῷ λαῷ τοῦτῳ· Ἀκοὴ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γάρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τὰ ὤτια. Ὅσον μὲν οὖν κατ’ αὐτὴν τὴν θέσιν καὶ τὴν ἀκολουθίαν τοῦ προφητικοῦ γράμματος, ὁ ἐπὶ πάντων ἐστὶ Πατὴρ ὁ ὁρθεῖς· καὶ χρησιμοδόθησας τῷ προφήτῃ· ὁ μέντοι τῆς βροντῆς υἱός, ἐξαίτια φθεγξάμενος, καὶ τῆς βροντῆς εἰρῶνως φοβερώτερα, οὐ ἴδιον οὐχὶ τὸ, Οὐχ ἤν, ἀλλὰ τὸ, Ἡν ὁ Λόγος, Υἱὸν ἔφη τὸν ὁφθέντα καὶ χρησιμοδοθῆσαντα τῷ προφήτῃ. Λέγει γὰρ ἐν τῷ ἰδίῳ συγγράμματι· Διὰ τοῦτο οὐκ ἠδύναντο οἱ Ἰουδαῖοι πιστεύειν εἰς τὸν Ἰησοῦν, διότι εἶπερ Ἡσαίας περὶ αὐτῶν· Τετυφλωται αὐτῶν οἱ ὀφθαλμοι, καὶ πεπώρωται αὐτῶν (13) ἡ καρδία, ὅπως μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ συνῶσι τῇ καρδία, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Τούτα εἶπερ Ἡσαίας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ. Ὁ δὲ Παῦλος τοῦ Πνεύματος ἀπεφήναντο τὴν ὄπτασίαν εἶναι καὶ τὴν χρησμοδίαν, λέγων· Καλῶς ἔφη τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου Ἡσαίου πρὸς τοὺς πατέρας ὑμῶν (14)· Ἀκοὴ ἀκούσετε, καὶ οὐ

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
