# Adversus Eunomium (Libri 5) 785.2

Basilius, Adversus Eunomium (Libri 5), 785.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/785.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/785.2

"Ὅτι θεία φύσις τὸ Πνεῦμα, τελειουργὸς οὖσα τῶν Θεοῦ ἔργων. Τὸ δὴ τὴν κτίσιν ἀνακαινίζειν, καὶ τὴν φθορὰν εἰς ἀφθαρσίαν μεταβάλλειν, τὸ καινὴν ἡμᾶς κτίσιν ἀπεργαζόμενον διαμένουσαν εἰς αἰῶνα, τίς ἀποστήσει τοῦ δημιουργοῦ Θεοῦ καὶ Υἱοῦ; Πῶς δὲ τῆς θεότητος ἐκτὸς τῆς θεότητος κτίσιν ἀνασῴζει (33) καινὴν καὶ ἀφθαρτον ἀπεργαζόμενον; Τίνος ὁ Θεὸς ἐτέρου προσεδεῖτο πρὸς τὴν ἑαυτοῦ κτίσιν διαβλεῖσαν ἐπαναλαβεῖν (34) ; Σιωπᾶσθω λόγος δυσσεβὴς (35), ὁ τὴν μὲν παλαιωθεῖσαν καὶ διαφθαρῆσαν κτίσιν ἔργον εἶναι φάσκων Θεοῦ, τὴν δὲ μηκέτι παλιουμένην μηδὲ φθειρομένην τῇ διὰ κτίσεως ἀνακαινῶσται διδοῦς. Μὴ δοξάζεσθω κτίσις ὑπὲρ Θεόν. Δοξάζεται δὲ ὑπὲρ Θεόν, εἴπερ ἀθάνατα διὰ κτίσματος καὶ ἀφθαρτα κατασκευάζεται τὰ θανάσιμα καὶ φθορᾷ λυθέντα, ἅπερ ὁ Θεὸς εἰργάσατο διὰ Υἱοῦ. Ἄλλα Πνεῦμα τὸ δεῖκνυ πάντων ἃπε τελειοῦργηθὲν ἐκ Θεοῦ δι' Υἱοῦ γενομένων, ὡσπερ ἐστὶ τῆς καινῆς κτίσεως, περὶ ἧς λέγεται· Εἰ τις ἐν Χριστῷ καινὴ κτίσις· οὕτω καὶ ἐπὶ τῆς παλαιᾷ τῆς κατ' ἀρχάς. Διὰ τοῦτο φησι· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ζῶν ὁ Λόγος, ἐν ᾧ γεγόνασιν οἱ οὐρανοί. Οὗτος αὐτὸς ὁ Θεὸς Λόγος, περὶ οὗ ὁ Ἰωάννης (36) λέγει· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν ἕν. Ζωὴν τὸ Πνεῦμα δείκνυσιν ὅτι ζωοποιοῦν, κατὰ τὸ γεγραμμένον· Ζωὴ τὸ Πνεῦμα τὸ τῶν οὐρανίων δυνάμεων ἀποτελεστικόν. Τοῦτο αὐτὸ μετὰ Πατρὸς καὶ Υἱοῦ δοξαζόμενον. Οὐτὲ γὰρ προφορᾷ δημιουργεῖ ῥημάτων Θεὸς (37), κἂν ἀνθρωπινωτέρως ὀνομάζηται λόγια Θεοῦ προφορικὰ ῥήματα· οὔτε πνεύματος ἀερίου προχύσει κοσμούνται οἱ οὐρανοί. Πνεῦμα γὰρ τῷ ζῶντι Λόγῳ συντεταγμένον εἰς τὸ δημιουργεῖν, ζῶσα δύναμις, καὶ θεία φύσις, ἀφρῆτος ἐξ ἀφρήτου στόματος πνεῦμα (38), ἀφρήτως

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
