# Adversus Eunomium (Libri 5) 788.1

Basilius, Adversus Eunomium (Libri 5), 788.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/788.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/788.1

αὐτοῦ, καὶ διὰ τοῦτο μᾶλλον οὐκ ὤφειλον ἐλαττοῦσθαι διὰ τὴν προσηγορίαν· Ἡμεῖς δὲ καὶ περὶ τοῦτου κατὰ τὸ δυνατὸν ἀποκρινόμεθα πρὸς ἡμᾶς αὐτούς. Ἐπεὶ πρὸς γέ σε καὶ σιωπὴν ἐξῆρκεν, τῆς αὐτῆς ἐρωτήσεως ἐπικειμένης καὶ σοί. Λέγομεν οὖν (53), ὅτι τὸ εἰπεῖν υἱὸν ἐξ Υἱοῦ τὴν Τριάδα τῆς θεότητος εἰς πλῆθος ὑποκρίνειν προσῆκεν ἀνθρώποις ἀκούσασιν. Ἐτοῖμον γὰρ ἦν ὑπολαβεῖν, ὡς, εἴπερ υἱὸς ἐξ Υἱοῦ γεγέννηται, καὶ ἐκ τούτου πάλιν ἕτερος ἂν εἴη γεγεννημένος, καὶ πάλιν ἄλλος, καὶ ἐπὶ πλήθος ἐξῆν. Διὰ δὴ τοῦτο τὸ μὲν ἐκ Θεοῦ τὸ Πνεῦμα εἶναι τρανῶς ἀνεκήρυξεν ὁ Ἀπόστολος, λέγων, ὅτι, Τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ ἐλάμβομεν. Καὶ τὸ διὰ Υἱοῦ πεφηνέναι σαφῶς πεποίηκεν (54), Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτὸ καθάπερ Θεοῦ, καὶ νοῦν Χριστοῦ προσειπών, καθάπερ καὶ Θεοῦ Πνεῦμα, ὡς τοῦ ἀνθρώπου (55). Υἱὸν δὲ τοῦ Υἱοῦ προσειπεῖν ἐφυλάξατο, ἵν’ εἰς μὲν Πατὴρ ὁ Θεός, ἀεὶ Πατὴρ διαμένων, καὶ ὡν ἀδίως ὁ ἐστιν, εἰς δὲ Υἱός, ἀδίῳ γενήσει γεγεννημένος, ὁ ἀνάγκην (56) σὺν τῷ Πατρὶ ὡν Υἱὸς ἀληθινὸς Θεοῦ, ἀεὶ ὡν ὁ ἐστι, Θεὸς λόγος καὶ Κύριος· Ἐν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἀληθῶς ἅγιον Πνεῦμα, κατὰ τὸ γεγραμμένον, τὸ μετὰ Πατρὸς καὶ Υἱοῦ συνδιαζώμενον, ὁ δὴ καὶ Πνεῦμα στόματος ὀνομάζεται παρὰ τῷ προφήτῃ Δαβὶδ· ὁ καὶ δάκτυλον Θεοῦ εἶναι (57) διδάσκόμεθα, ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου λέγοντος· Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐγὼ δαιμόνια διώκω, ἤλθεν ἐπὶ ὑμᾶς βασιλεία Θεοῦ. καλῶς, ὡς ἐστὶ τοῖς ἀπεριέργως πιστεύουσιν εἰς Θεὸν καὶ Λόγον καὶ Πνεῦμα, μίαν οὖσαν θεότητα, τὴν καὶ μόνην προκυνητήν. Καὶ μηδαμοῦ παρεῖδυσιν γένεσιν πλῆθους, ἀλλ’ ἕκαστον ἐπὶ τῆς Τριάδος ἐν ὧν ἐπιγινώσκηται, εἰς Πατὴρ, εἰς Υἱός, ἕν Πνεῦμα ἅγιον.

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
