# Adversus Eunomium (Libri 5) 789.1

Basilius, Adversus Eunomium (Libri 5), 789.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/789.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/789.1

(63) Editi ὡς εἴρηται. At mss. ὡς προείρηται. (65) Editi καὶ περιφρονῶν. At mss. καὶ καταφρονῶν. 'Ομοίως δὲ καὶ τῷ τοῦ πνεύματος πρόσρησις. Ταύτῃ τοίνυν καὶ ἐπὶ τοῦ θείου (62) Πνεύματος ἡ θεία Γραφὴ χέχρηται, ἐτέρως τὸ ἐκ Θεοῦ παραστήσασα · ἐπειδήπερ οὐχ ἔφυεν διὰ τῆς αὐτῆς ὁμοιότητος καὶ τοῦτο δηλοῦν, ὡς προείρηται (63). Σὺ δὲ τοῖς ἀπίστοις ὁμοίως ἀντιδιατάττεις τῇ θείᾳ διδασκαλίᾳ, σπεύδων ἐπὶ τὴν βλασφημίαν. Καὶ ὅτι μὴ γέννησις ἡ τοῦ Πνεύματος πρόοδος ἐκ Θεοῦ κέκληται, διὰ τοῦτο καὶ τὴν ἐκ στόματος Θεοῦ πρόοδον τοῦ Πνεύματος ἀναιρεῖς (64) · καὶ ὅτι μὴ υἱὸς ὀνομάζεται, διὰ τοῦτο οὐδὲ Πνεῦμα αὐτὸ στόματος Θεοῦ εἶναι πιστεύεις, ἀλλ' ἔργον χειρῶν Θεοῦ · καὶ καταφρονῶν (65) τῶν ἀνθρωπίνων παραδειγμάτων, ἀνατρέπεις τὰ ἐξ αὐτῶν θεία δόγματα, δέον ἀκοῦειν τῶν θείων ῥημάτων σὺν φόβῳ, καὶ δέχεσθαι σὺν εὐσεβείᾳ πᾶν τὸ λεγόμενον, καὶ μὴ μωρότατα κατὰ τῆς (66) εὐσεβείας σοφίζεσθαι. Γεννᾷ Θεὸς οὐχ ὡς ἄνθρωπος · γεννᾷ δὲ ἀληθινῶς · καὶ τὸ γέννημα ἐξ αὐτοῦ ἐκφαίνει, Λόγον, οὐχ ἀνθρώπινον · ἐκφαίνει δὲ Λόγον ἀληθῶς ἐξ ἑαυτοῦ. Καὶ ἐκπέμπει (67) Πνεῦμα διὰ στόματος, οὐχ ὡσὸν ἀνθρώπινον, ἐπεὶ μηδὲ στόμα Θεοῦ σωματικόν · ἐξ αὐτοῦ δὲ (68) καὶ τὸ Πνεῦμα, καὶ οὐχ ἐτέρωθεν. Ἐργάζεται Θεὸς χερσὶν οὐ σωματικαῖς · ἐργάζεται δὲ οὐχ ἐξ αὐτοῦ προάγων τὰ δημιουργήματα, ἀλλ' ἐνεργητικῶς ὑφίστας, ὡς ὁ ἐν χερσὶν (69) ἐργαζόμενος ἄνθρωπος οὐχ ἐξ ἑαυτοῦ προβάλλει τὸ ἔργον. Μὴ δὴ μετακίνει τῶν θείων λόγων τοὺς ὅρους, Υἱοῦ λέγων τὸ Πνεῦμα ποίημα (70) · μήτε περὶ Υἱοῦ ζήτει, διὰ τί μὴ πνεῦμα κέκληται · μήτε περὶ τοῦ Πνεύματος, διὰ τί μὴ υἱός · μήτε ποίημα τὸν Υἱὸν ἢ τὸ Πνεῦμα δυσφημήσῃς. Υἱὸς Θεοῦ καρπὸς ἅγιος ἐξ ἁγίου, αἰώνιος ἐξ αἰδίου, Πνεῦματος ἁγίου χορηγός, εἰς ὑπόστασιν καὶ μόρφωσιν κτίσεως. Ὁ τὸν Υἱὸν ἀναιρῶν τὴν ἀρχὴν τῆς τῶν ὅλων δημιουργίας ἀνέλειν. Ἀρχὴ γὰρ τῆς (71) ἀπάντων ὑποστάσεως ὁ τοῦ Θεοῦ Λόγος, δι' οὗ τὰ πάντα γέγονεν. Ὁ τὸ Πνεῦμα περιαιρῶν τὴν τελειοστροφίαν τῶν ποιου-

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
