# Adversus Eunomium (Libri 5) 792.1

Basilius, Adversus Eunomium (Libri 5), 792.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/792.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/792.1

γνῶσιν καὶ φρόνησιν λεγόντων ἑαυτὸν τε καὶ τοῦ Πνεύματος, καὶ μίαν ἔχουσαν, σὺ εἰς (90) κτίσιν τὸ Πνεῦμα κατ᾿ἀγείν βιάζῃ ὥσπερ εἰ καὶ τῷ Μωϋσεὶ τὸν Θεὸν ἰσάζειν ἔφασχες, ἀκούων, ὅτι Ἐπίστευσεν ὁ λαὸς τῷ Κυρίῳ, καὶ Μωϋσεὶ τῷ θεράποντι αὐτοῦ. Ἄλλ᾿ἀδλὴ ἡ διαφορά (91) Δεσπότου καὶ δούλου· ὅπερ καὶ δεινῶς ὁ γράφων εἴρηκε· Μωϋσεὶ τῷ θεράποντι αὐτοῦ. Θεὸς μὲν γὰρ ὡς Δεσπότης καὶ ὡς ἀποστολεῖς Μωϋσᾶ πιστεύεται· Μωϋσῆς δέ, ὡς θεράπων ἀποσταλεῖς. Οὕτω δὴ καὶ τῷ Πνεύματι μὲν ἐδοξε δεσποτικῶς τὰ τῇ Ἐκκλησίᾳ δοθέντα νόμιμα, τοῖς δ᾿ἀποστόλοις ὑπηρετικῶς τὰ δι᾿αὐτῶν ἐκφωνηθέντα προστάγματα. Ἄλλ᾿οὐ δὲ Πνεῦμα δοῦλον. Ὁ γὰρ Κύριος, φησὶ, τὸ Πνεῦμά ἐστι· καὶ οὐ τὸ Πνεῦμα Κυρίου, ἐλευθερία. Καὶ δουλαγωγεῖται μὲν ἐπιτάγμασι τοῖς τοῦ Πνεύματος ὁ Ἰσραὴλ σὺν φόβῳ νουθετουμένων, ὑποθετεῖται δὲ Χριστιανῶν Ἐκκλησία δι᾿ἀγάπης ἀγιαζομένη. Διὸ φησιν ὁ Παῦλος· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾿ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἄββὰ ὁ Πατήρ. Οὐ δὴ ὁ τὸν δοῦλον εἰληφὼς υἱὸς ἐκ δούλου καθίσταται, οὐδὲ διὰ τὴν δουλοῦν μετουσίαν Πατέρα τὸν Θεὸν παρρησιάζεται (92)· οὐδὲ τὸ δοῦλον τὰ τοῦ Θεοῦ πάντα ἐνεργεῖ, καθὸς βούλεται. Οὐδ᾿ἂν τὴν τοῦ Πνεύματος (93) παρουσίαν, δοῦλον καὶ κτίσματος ὄντος, ἐπὶ πάντα διήκειν ἔφασχεν ὁ ὁμολοδὲς, πρόσωπον αὐτὸ καὶ χεῖρα Θεοῦ προσαγορεύων καὶ λέγων· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ᾿ὀρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χεὶρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιὰ σου. Πνεῦμα γὰρ ἐστι τὸ πεπληρωκὸς τὰ σύμπαντα, κατὰ τὸ γεγραμμένον· Πνεῦμα γὰρ Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, φησὶν ὁ Σολομών. Διὸ καὶ ἐπιπερ καθ᾿ἐπτὰ ἐνεργείας γινώσκεται τὸ Πνεῦμα, ὅς ὁ Ἠσαίας ἔφρασεν, ἐπτὰ ὀφθαλμοὺς τὸ Πνεῦμα Κυρίου εἶπε καὶ ὁ Ζαχαρίας, οὕτω λέγων· Οὗτοι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέποντες τῇ γῇ· καὶ τὸ λεγόμενον· Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πλήρω, λέγει Κύριος, τὴν διὰ τοῦ θελοῦ Πνεύματος σημαίνει πληρώσιν· ὥσπερ καὶ διὰ τοῦ Ζαχαρίου φησιν ὁ Θεός· Ἐγώ εἰμι (95) ἐν ὑμῖν, καὶ τὸ Πνεῦμά μου ἐξέστηκεν ἐν μέσῳ ὑμῶν. Προστίθεται δὲ καὶ ἕτερα πλείονα τοιαῦτα, περὶ τοῦ τὸ Πνεῦμα εἶναι τὸ πληροῦν τὴν κτίσιν. Τίς οὖν οὐχ αἰσθάνεται τῆς δεξιᾶς τοῦ Πνεύματος δόξης, ἀκούων τὸ, Ποῦ πορευθῶ ἀπὸ τοῦ

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
