# Adversus Eunomium (Libri 5) 798.2

Basilius, Adversus Eunomium (Libri 5), 798.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/798.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/798.2

3. Ἄλλα καὶ τὸ Πνεῦμα εἰκὼν τοῦ Υἱοῦ εἴρηται (36), καὶ δάκτυλος Θεοῦ, καὶ Θεοῦ πνεῦμα, καὶ ῥῆμα καὶ πνεῦμα στόματος, καὶ ἀγαθὸν πνεῦμα, καὶ εὐθεές, καὶ ἡγεμονικόν, καὶ πνεῦμα δυνάμεως, καὶ Κύριος καὶ Θεός· εἴρηται τὸ τοῦ Θεοῦ πνεῦμα, ὡς καὶ ὁ Λόγος. Εἰ γὰρ μετὰ τοῦ Θεοῦ καὶ Λόγου στερεοὶ τὰς δυνάμεις τῶν οὐρανῶν τὸ Πνεῦμα, πῶς ἀλλότριον; Ὦπερ οἱ λαβόντες ναὸς Θεοῦ εἰσιν, ὁ δὴ καὶ πνεῦμα στόματος Θεοῦ προσαγορεύεται, καὶ τῆς δημιουργίας αἴτιον μετὰ τοῦ Λόγου δείκνυται, τὸ ἐνεργεῖν τὰ πάντα ὡς Θεός, καθὼς βούλεται, ὡς φησιν ὁ Ἀπόστολος, τὸ τῆς υἱοθεσίας Πνεῦμα, τῆς ἐλευθερίας αἴτιον, τὸ ὅπου θέλει πνέον Θεότητα, ὁ δὴ καὶ πνεῦμα τῆς ἀληθείας ὁ τῶν ὅλων Κύριος σαφῶς ὀνομάζει· τὸ ἐν ἑοὶ περιστεράς ἐπ’ αὐτὸν ἐξ οὐρανοῦ καταβᾶν, τὸ ἀγιάζον τὴν Κυριαχὴν σάρκα μετὰ τῆς δυνάμεως, τὸ τὴν οἰκουμένην πληροῦν, τὸ παντὶ παρόν ὡς Θεός, καὶ μετὰ Θεοῦ ἀχωριστὸς ὄν ἀεί· τὸ γινώσκον τὰ τοῦ Θεοῦ πάντα, ὡς τὸ πνεῦμα τὸ ἐν ἡμῖν τὰ ἡμῶν, τὸ ἀνθρώπινον λέγω πνεῦμα τὸ ἐν ἡμῖν. Οὕτω γὰρ (37) φησι· Καὶ ταὶ τοῦ Θεοῦ οὐδεὶς ἐγνώ (38) εἰ μὴ τὸ Πνεῦμα Θεοῦ. Καὶ πάλιν φησιν ὁ Σωτήρ· Οὐδεὶς ἐπιγινώσκει τὶς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἂν βούληται

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
