# Adversus Eunomium (Libri 5) 803.1

Basilius, Adversus Eunomium (Libri 5), 803.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/803.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/803.1

(67) Codex Colb. ἡ ὃς εἰς τὸ Πνεῦμα βλασφημία, Δ βλῆς ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος, Πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν Πνεῦμα φόβου Θεοῦ · πῶς χωρισθῶ τὸ Πνεῦμα; ’Εὰν δὲ λέγῃ · Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὐ διενεχρ ἐχρισό με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάληψιν· πῶς χωρισθῶ τὸ Πνεῦμα; Καὶ ὅσα φιλοπόνως δυνατὸν ἀπὸ τῆς Γραφῆς τῆς τε Παλαιᾶς (66) εὑρεῖν καὶ ἀπὸ τῆς Καινῆς τῆς Διαθήκης περὶ τοῦ Πνεύματος καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρός. Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ · ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱόν. Καὶ τῆς Μαρίας λεγούσης· Κατὰ τί γνώσομαι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; λέγει αὐτῇ ὁ ἄγγελος · Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Καὶ πάλιν ὁ αὐτὸς ἄγγελος λέγων τῷ Ἰωσήφ · Μὴ φοβηθῆς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου · τὸ γὰρ ἐν αὐτῇ γενηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Καὶ πάλιν ὁ εὐαγγελιστὴς ἐρμηνεύων τὰ ἐν τῷ προφητῇ λέγει · ’Ινα πληρωθῇ τὸ γεγραμμένον · Ἰδοὺ ὁ Παῖς μου ὁ ἐκλεκτός, ὁ ἀγαπητός μου, εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου, θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐτόν. Καὶ ἐν Εὐαγγελίῳ γέγραπται · Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος · καὶ ὁμοίως ἐν τῷ Εὐαγγελίῳ · Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἤδη ἐφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Καὶ πάλιν γέγραπται · Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία (67) οὐκ ἔχει ἄφεσιν. Καὶ ἐν τῷ βαπτισματὶ κατέλθε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐμεινεν ἐπ’ αὐτόν · οἱ δὲ ἄγγελοι κατελθόντες διηκονοῦν αὐτῷ. ’Ινα γνῶς, ὅτι οἱ ἄγγελοι κατελθόντες διακονοῦσιν, ἵνα τὴν δουλείαν δείξωσι · τὸ δὲ Πνεῦμα ἐμεινεν ἐπ’ αὐτόν, ἵνα τὴν μονὴν ἀκούσας, ἐλευθερίαν νοήσῃς τῆς φύσεως αὐτοῦ (68). Γέγραπται δέ · Καὶ ὁ Πατὴρ ἐν ἐμοὶ μένων, ποιεῖ τὰ ἔργα αὐτός. Καὶ πάλιν γέγραπται · Ἰησοῦς δὲ πλήρης Πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον, ἡμέρας τεσσαράκοντα (69) πειραζόμενος ὑπὸ τοῦ διαβόλου · καὶ πάλιν·Λάβετε Πνεῦμα ἅγιον.Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφεθήσονται (70) ἄν τινων κρατήσητε, κεκράτηνται. Καὶ πάλιν· Τὴν ἀλήθειαν ὑμῖν λέγω, συμφέρει ὑμῖν ἵνα ἐγὸ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται.

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
