# Constitutiones Asceticae [Sp.] 676.2

Basilius, Constitutiones Asceticae [Sp.], 676.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/constitutiones-asceticae-sp/676.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/constitutiones-asceticae-sp/676.2

2. Ὁ τοίνυν τῶν τοῦ κόσμου δεσμῶν ἐλευθερὸς εἶναι γλῶχόμενος τὸν γάμον ὡσπερ τινὰς πέδας ἀπέφυγε · τούτων δὲ (61) ἀποφυγόν, τὸν ἑαυτοῦ βίον ἀνέθηκε Θεῷ, καὶ τὴν ἀγνείαν καθωμολόγησεν ὡς μήτε ἄδειαν ὑπάρχειν αὐτῷ τῆς ἐπὶ τὸν γάμον ἐπιστροφῆς, ἀλλ' ἔχεσθαι αὐτὸν ἐκ παντὸς τρόπου τῶν ὑπὲρ τῆς ἀγνείας ἀγωνισμάτων φύσει προσταλόντα, καὶ ταύτης ταῖς βιαιωτέραις ὁρμαῖς. Ἐραστὴς γὰρ ὁ τοιοῦτος τοῦ Θεοῦ καταστάς, καὶ τῆς ἐκείνου ἀπαθείας, κατὰ γοῦν τὸ σμικρότατον, κατασχεῖν ἐπιέμενος, καὶ τῆς πνευματικῆς ἀγιότητος, γαλήνης τε καὶ ἀταραξίας, καὶ ἡμερότητος, καὶ τῆς ἐκ τούτων τικτομένης εὐφροσύνης τε καὶ χαρᾶς ἐπιθυμῶν ἀπογεύσασθαι, πάντες μὲν ὑλικοῦ καὶ σωματικοῦ πάθους τοῦ τὴν ψυχὴν ἐπιθοῦντος, πόρθου τοῦς λογισμοὺς ἀπάγειν ἐσπουδάκει · καθαροῦ δὲ καὶ ἀν- D ἐπισκιάτω ὀμματι τῆς ψυχῆς τὰ θεία περιθεᾶσι, ἀπλῶστος τοῦ ἐκεῖθεν φωτὸς ἐμφρούμενος. Εἰς τοιαύτην τε ἔξιν καὶ κατάστασιν τὴν ψυχὴν ἐξασκήσας, οἰκειοῦται (62) κατὰ τὴν ἐγχωροῦσαν ὁμοίωσιν τῷ Θεῷ, ἐπέραστός τε καὶ ποθεινότατος αὐτῷ γίνεται : οἷα δὴ μέγα τι ἄθλον καὶ δυσήνυτον ἀνατλάς, καὶ ἐκ τῆς κατὰ τὴν σάρκα συγχράσεως δυνηθεις ἀχραιφνεῖ καὶ κεχωρισμένη τῇ διανοίᾳ τῆς τῶν

---

Basilius Theol., Constitutiones Asceticae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000609.
