# Constitutiones Asceticae [Sp.] 697.5-698.35

Basilius, Constitutiones Asceticae [Sp.], 697.5 to 698.35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/constitutiones-asceticae-sp/697.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/constitutiones-asceticae-sp/697.5

2. Χρὴ τοίνυν ἡσυχὴ μένειν τὰ πολλά, καὶ χαρτερεῖν ἕκαστον τὴν ἰδίαν καταγωγὴν, ἵνα ἔχῃ τοῦτο τῆς εὐσταθείας τῶν τρόπων μαρτύριον (89) · μὴ πάντη μὲν καθίστηραι, ἀλλὰ τὰς τε ἀναγκαίας προόδους εὐπαρήγοράτους ποιεῖσθαι, ἐν αἷς οὐδὲν τὸ συνειδὲς ἐπισκήπτει, καὶ τοὺς βελτίστους τε καὶ ὠφελιμοτάτους διὰ πολιτείας ἀκριβείαν τῶν ἀδελφῶν ἐπισκέπτεσθαι, παραδείγματα ἀρετῶν ἐκ τῆς ὠφελίμου συντυχίας λαμβάνοντα (90), ἐμμέτρους, ὡς ἔφημεν, καὶ ἀνεπιλήπτους τὰς προόδους ποιούμενον. Πελλάκας γὰρ καὶ ἀχθόλιαν ἐγγενομένην τῇ ψυχῇ ἡ πρόοδος διαλύσασα (91), πάλιν οἷον ἐπιρρόσαι καὶ ἀναπνεῦσαι μι- χρόν παρασχούσα, προθύμως προτείνει τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγωνίσασθαι διδύσιν. Εἰ δὲ τις ἐπὶ τῷ μὴ προτείνει τοῦ δωματίου μέγα φρονεῖν (92), ἴστω διακένω φυσιοῦμενος πράγματι. Οὐδὲ γὰρ τὸ μὴ προτείνει καθ' ἑαυτὸ καλόν, ἢ τὸ κατά καιρόν προτείνει καλόν ἢ φαῦλον οὐδὲν ἐργάζεσθαι · ἀλλ' ἢ περὶ τὸ καλὸν βεβαία καὶ ἀκίνητος κρίσις, ἢ τούναντίον, τὸ εὐμετάθετον σπουδαῖον ἢ φαῦλον ἀποτελεῖ (93). Εἰ δὲ τις, τὸ καλὸν τῇ ψυχῇ βεβαίως ἐνδρυόμενος, καὶ τῇ χρονίᾳ ἀσκήσει τῆς τῶν παθῶν κυβερνήσεως τὴν ἐμπειρίαν λαβὼν, καὶ δαμάσας μὲν τὰς σωματικὰς ἀκρασίας (94), χαλινώσας δὲ τὰς ψυχικὰς ἀταξίας, θαρρῶν δὲ τῷ τοῦ λογισμοῦ χαλινῷ, συχνό- τερας θέλοι (95) ποιεῖσθαι τὰς προόδους εἰς οἰκοδομὴν καὶ ἐπίσκεψιν ἀδελφῶν, τὸν τοιούτον καὶ παρορμήσει μᾶλλον ὁ λόγος ἐπὶ τὴν πρόοδον, ἵνα, τὸν λῦχνον ἐπὶ τὴν λυχνίαν τιθεὶς, πᾶσι τὸ φῶς τῆς τῶν καλῶν καθηγήσεως χορηγήσῃ · μόνον εἰγε θαρ- ροῖν (96), ὡς καὶ λόγῳ καὶ ἔργῳ διδασκαλεῖον ἀρετῶν εἶναι τὸν δύνασθαι τοὺς συντυχάνουσι παρέχεσθαι · καὶ οὕτως ἐξασφαλίσαιτο ἑαυτόν, καθὼς ὁ Ἀπόστολος εἶρηκε · Μὴ πως, ἄλλους κερδύσας, αὐτὸς ἀδόκιμος γένωμαι. ΚΕΦΑΛΑΙΟΝ Η'. "Οτι οὐ χρή τοῖς ἀστατοῦσι τῶν ἀσκητῶν μεταδιδόναι θάρσους καὶ παρρησίας, ἀλλὰ καὶ τούτους φυλάττεσθαι. 1. Φυλάττεσθαι μέντοι προσήκει καὶ τοὺς ἀστα- τοῦντας, καὶ ἄλλοτε πρὸς ἄλλους τῶν ἀδελφῶν (97) μεταβαίνοντας, καὶ ἀπαύστοις καὶ ἀνευδότοις ὁρμαῖς διαπαντὸς περινοστοῦντας τὰ μοναστήρια, καὶ προφάσει δήθεν πνευματικῆς ἀγάπης τὰ τῆς σαρκὸς ἐκπληροῦντας βεληματα · οὐδὲν βέβαιον, οὐδὲ ὑφρυ-

---

Basilius Theol., Constitutiones Asceticae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000609.
