# Constitutiones Asceticae [Sp.] 701.2

Basilius, Constitutiones Asceticae [Sp.], 701.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/constitutiones-asceticae-sp/701.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/constitutiones-asceticae-sp/701.2

2. Φύγωμεν οὖν κενοδοξίαν, τὸν γλυκὺν σχυλευ-τὴν τοῦ πνευματικοῦ πλοῦτον, τὸν ἥδυν τῶν ἡμετέ-ρων ψυχῶν πόλεμον, τὸν σῖτα τῶν ἀρετῶν, τὸν μεθ' ἡδονῆς τὰ ἡμετέρα καλά ληϊζόμενον, τὸν μέ-λιτι χρῖσαντα (13) τῆς οἰκείας ἀπάτης τὸ δηλητήριον, καὶ ταῖς διανοίαις τῶν ἀνθρώπων τὴν ὀλεθρίαν δρά-γοντα κύλικα, ἵνα, οἶμαι, τοῦ πάθους ἐμφορηθῶσιν ἀπλήστως. Γλυκὺ γὰρ ἀνθρωπίνη δόξα τοῖς ἀπαι-δεύτοις. Ἄλλως δὲ καὶ κρίσεως ὀρθῆς εὐθὲς ἀμαρ-τάνειν τοὺς ἄλλοντας παρασκευάζει. Ὁ γὰρ ταύτης ἐπιέμενος τὰς μὲν οἰκείας κρίσεις κατέλυσε (14): τοῦτο δὲ νενομίκε τιμιον, ὅπερ ἂν παρὰ τῶν προσ-τυχόντων θαυμάζηται. Ὦς, εἴγε, πονηροὶ ὄντες ἢ ἀλόγιστοι, θαυμάζοντες τὰ κακὰ, τοῦτο δράσει πάν-τως ὁ ἐπαινουμένος, ὅπερ τοὺς κριτὰς τῶν οἰκείων ἐπιτηδευμάτων καλῶν ὑπεληφέναι νενομίκεν· ὡς εἶναι τὴν κενοδοξίαν οὐ μόνον καθαιρετὶν (15) τῶν καλῶν πράξεων, ἀλλὰ καὶ τῶν πονηρῶν ὀδηγόν. Διὸ δὴ προσῆκει, πρὸς τὸν ὀρθὸν λόγον, καὶ πρὸς τὸν Θεὸν βλέποντας τὸν τοῦ ὀρθοῦ λόγου καθηγητήν, ταύτην βαδίζειν (16), ἥπερ ἂν ὁ Θεὸς ὑφηγήται· κἂν ἐπαι-νώσῃ (17) τινες τὴν τοιαύτην ὁδόν, μὴ μέγα τιθέναι τὸν ἐκείνων ἐπαῖνον, πρὸς τὸν ἀνωθεν ἐπαινέτην ὁρῶν-τας, συγχαίρειν δὲ μόνον αὐτοῖς τῆς ὀρθῆς περὶ τὰ καλά κρίσεως· κἂν ψέγωσιν ἕτεροι, ἡμῶν δὲ κατα-δύεσθαι, ταλανίζειν δὲ ἐκείνους τοὺς ὀρθῆς κρίσεως ἀμειρούμενους, καὶ σκότος διανοίας τὸ δεινότατον ὑπο-μένοντας.

---

Basilius Theol., Constitutiones Asceticae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000609.
