# Constitutiones Asceticae [Sp.] 710.2

Basilius, Constitutiones Asceticae [Sp.], 710.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/constitutiones-asceticae-sp/710.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/constitutiones-asceticae-sp/710.2

2. Τοῦτ μὲν οὖν συγγενεσὶν εὐχώμεθα τὰ βέλτιστα, δικαιοσύνην, φημί, καὶ εὐσέβειαν, καὶ ταῦτα, ἅπερ ἡμεῖς τίμια πεποιήκαμεν. Ταῦτα (64) γὰρ ἡμῖν πρέπον ἐχέσθαι, χάκεινοις παρ' ἡμῶν καρποῦσθαι συμφέρον. Αὐτοὶ δὲ τὰς περὶ ἐκείνων φροντίδας τε καὶ μερίμνας τοὺς λογισμοὺς ἀπολύσωμεν. Ὁ γὰρ διάβολος, θεασάμενος ἀποδυσαμένους ἡμᾶς πᾶσαν φροντίδα βιωτικήν, καὶ εὐσταλεῖς ἐπὶ τὸν οὐρανὸν τρέχοντας, τὴν περὶ τοὺς συγγενεῖς ἡμῖν ἐνεργασάμενος ἔνοιαν, τὰ τε ἐκείνων φροντίζειν παρασκευάσας, καὶ εἰς τὰς βιωτικὰς φροντίδας τὸν λογισμὸν μεριμνᾶν παρασκευάσει· τὶς μὲν ἡ τῶν οἰκείων περιουσία, καὶ εἰ αὐτάρκης, ἢ ἐνδεής, τίνὰ δὲ τὰ ἐκ τῶν συναλλαγμάτων αὐτοῖς προσγεγόμενα κέρδη, καὶ ἐπὶ πόσον τὸν πλοῦτον αὐξάνοντα· τίνες δὲ ἐκ τῶν τοῦ βίου περιστάσεων ζημίαι προσπίπτουσιν, καὶ πόσον τὴν ὑπάρχουσαν ἐλαττοῦσι περιουσίαν. Καὶ συνθδεσθαι μὲν ποιεῖ ταῖς εὐφορίαις αὐτῶν, συναδυμεῖν τε ταῖς ἀτοχαῖς, συνηχθρίζειν δὲ τοῖς ἐχθροῖς (καὶ τοῦτο, κελευομένων μηδένα ἔχειν ἐχθρόν), καὶ συγχαίρειν τοῖς φίλοις οὐκ ἀξίοις οὐσι πολλάκις τῆς πνευματικῆς οἰκειώσεως, χαίρειν δὲ καὶ ἐπὶ τοῖς ἀδίκους αὐτῶν καὶ παραλόγους κέρδεσι, καὶ πάσας τὰς πονηρὰς τῶν βιωτικῶν ὑποδείας διαθεῖσας, ἃς ἀποδυσάμενοι, τὰς πνευματικὰς ἔνοιαις εἰσχωριάσαμεθα, πάλιν ἐπισάγει τοῖς λογισμοῖς, καὶ τὸ ὕλικόν καὶ κοσμικὸν φρόνημα τῇ ψυχῇ πάλιν ἐνεργασάμενος, τὸν ἔνδον ἄσκητην καταλύει, καὶ ἀνδριάντα μόνον ἀσκητοῦ τὸ σχῆμα περιφέρειν παρασκευάζει, μηδαμοῦ ἐψυχωμένον ταῖς ἀρεταῖς. Πολλάκις δὲ διὰ τὰς περὶ τοὺς συγγενεῖς ἐπιπασθείας ἔνοιαις ἐτόλμησεν ὁ ἄσκητης καὶ ἱεροσυλίαν ἐργάσασθαι, ὥστε τὴν τῶν συγγενῶν ἔνδειαν θεραπεύσαι. Τὰ γὰρ εἰς τοὺς ἁγίους, τοὺς ἀναθέντας ἑαυτοὺς τῷ Θεῷ, ταμιευόμενα ἱερὰ καὶ ἀληθῶς ἀναθήματα νοεῖται καὶ ἐκλαμ δάνεται. Ὁ τοίνυν τούτων τι νοφιδόμενος εἰς ἐστι τῶν ἱεροσυλίας κατατολμούντων.

---

Basilius Theol., Constitutiones Asceticae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000609.
