# Constitutiones Asceticae [Sp.] 715.7

Basilius, Constitutiones Asceticae [Sp.], 715.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/constitutiones-asceticae-sp/715.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/constitutiones-asceticae-sp/715.7

(95) Unus ms. καὶ τὸ τῆς οἰκείας γνώμης σαθρόν. A κόσμου, οὐ ταῖς πνευματικαῖς 92 καὶ τοῦτο ἐκ τῶν ἐπαγομένων ἐδήλωσεν, εἰπὼν περὶ φόρων καὶ τελῶν, καὶ τὸν ἀντιτασσόμενον κατὰ γε τὸ μικροχράτον τῇ ἐξουσίᾳ τῷ Θεῷ ἀντιτάσσεσθαι ἀποφαίνεται. Εἰ τοίνυν τοῖς τοῦ κόσμου τούτου ἄρχουσι, τοῖς κατὰ νόμους ἀνθρώπων τὴν (98) ἀρχὴν εἰληφόσι, τοσαύτην ὑποταγὴν παρὰ τῶν εὐσεβοῦντων ὁ θεῖος νόμος ἀπένειμε, καὶ ταῦτα τῇνικαῦτα ἐν ἀσεβείᾳ διαζῶν· πόσην εὐπειθεῖαν ὀφείλει ὁ ἀσκητὴς τῷ παρὰ Θεοῦ κατασταθέντι ἄρχοντι, καὶ (99) παρὰ τῶν νόμων ἐκείνου λαβόντι τὴν ἐξουσίαν, εἰσφέρειν; Πῶς δὲ οὐκ ἂν ἀντιτάξαιτο τῷ τοῦ Θεοῦ διαταγῇ ὁ τῷ καθηγουμένῳ ἀντιτασσόμενος; ἄλλως τε καὶ διαρρήδην τοῦ Ἀποστόλου κελεύοντος τοῖς πνευματικοῖς ἡγουμένοις ὑπείκειν ἐν πᾶσι. Ὑπείθεσθε γάρ, φησίν, τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Εἰ οὖν τὸ μὴ πρὸς ἀρχιερεῖς πειθεσθαι ἀλυσιτελὲς, προσῆκει μεταδιώκειν ἡμᾶς τὸ λυσιτελεστέρον. Τὸ γὰρ ἀλυσιτελὲς, οἶμαι, μεγάλης ζημίας καὶ (1) μεταμελείας καὶ διορθώσεως ἔμφασιν ἐπιφέρεται.

---

Basilius Theol., Constitutiones Asceticae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000609.
