# Constitutiones Asceticae [Sp.] 717.5-718.40

Basilius, Constitutiones Asceticae [Sp.], 717.5 to 718.40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/constitutiones-asceticae-sp/717.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/constitutiones-asceticae-sp/717.5

(12) Codex Colb. ἀναμφιβόλου ὑπακοῆς. A τὴν ἀρχὴν τῆς μαθητεύσεως ἔχουν, καὶ προσδοκῶσιν, ὅσον οὐδέπω βασιλεύσει τὸν Δεσπότην, καὶ οὐπολαβάνουσιν, ὅτι καὶ αὐτοὶ καμοῦνται μὲν οὐδὲν, οὐδὲ κινδυνεύσουσιν, οὐδὲ κοπιάσουσι, συμβα- σιλεύσουσι δὲ Χριστῷ, καὶ τῆς βασιλικῆς δόξης καὶ θεραπείας καὶ τιμῆς συμμεθέξουσι. Καὶ τοῦτο δηλοῖ μὲν Πέτρος (14) ἐπιτιμῶν τῷ Ἰησοῦ, ἵναια περὶ τοῦ οἰκείου πάθους ἐπιστοῦν τοῖς λόγοις· Προσλαβόμενος γὰρ αὐτόν, φησίν, ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾶν αὐτῷ, λέγων· Ἱλάσθη σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο· καὶ δείκνυσι ταύτην, ὅτι οὐδὲ ὀπω- σιῶν (15) προσεδόκα δυσχερὲς· δηλοῦσι δὲ καὶ οἱ υἱοὶ Ζεβεδαίου τὴν μητέρα παρακαλοῦσαν ὑπὲρ αὐτῶν τῷ Κυρίῳ προσαγοράζοντες, ὥστε τὴν ἐξ δεξιῶν καὶ τὴν ἐξ εὐωνύμων τιμηθῆναι καθέδραν. Εἰ γὰρ μὴ αὐτίκα μάλ᾽ βασιλεύειν αὐτὸν ὑπέλαμβανον, οὐκ ἂν τοῦτο ἐτόλμησαν αἰτήσαι, τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς ἐν οὐρανοῖς καθέδραν τοῦ Σωτῆρος διανοοῦμενοι 4. Τί οὖν ταῦτα προσδοκῶσιν αὐτοῖς καὶ ἐλπίζουσιν ἔλεγεν; Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Καὶ οὕτω πράγμα ἐναντιώτατον τῆς οἰκείας ἐλπίδος ἀκούσαντες, οὐκ εἶπον, ὅτι Ἐφ᾽ ἑτέραις ἐλπίσι προσῆλθομεν, καὶ ἐναντία τῶν ἐλπισθέντων προστασίαις ἡμῖν; Ἀνεσιν προ- εδόκησαμεν, καὶ πρὸς κινδύνους ἐκπέμπεις; Τιμὰς ἠλπίζαμεν, καὶ ἀτιμίαις παρεισβάλλεις (17); Βασιλείαν προσεδόκησαμεν, καὶ τὸ ἐλαύνεσθαι καὶ πᾶντων δούλους εἶναι διακελεύῃ; Οὐδὲν τούτων οὐκ εἶπον, καίπερ ἐναια τῶν εἰρημένων ἀκούσαντες πλείονα καὶ βαρύτερα, οἷον τὸ, Παραδώσουσιν ὑμᾶς εἰς θλίψεις, καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἐνεκεν ἐμοῦ. Ταῦτα τοίνυν πάντα παρὰ τὴν προσδοχὴν ἀκούσαντες, κλίναντες τὸν αὐχένα τῆς διανοίας, τὸν ζυγὸν ὑπέλαβον, καὶ προε- φωρ ἐπὶ τοὺς κινδύνους, ἐπὶ τὰς ἀγορὰς (18), ἐπὶ τὰς ὕβρεις, ἐπὶ τοὺς λιθασμούς, ἐπὶ τοὺς ραβδίσμούς, ἐπὶ τὰς ἀτιμίας, ἐπὶ τοὺς σταυρούς, ἐπὶ τοὺς ποικίλους θανάτους ἐχώρησαν· καὶ μετὰ τούσῆς προθυμίας ταῦτα ὑπέμενον (19), ὥστε χαίρειν

---

Basilius Theol., Constitutiones Asceticae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000609.
