# Constitutiones Asceticae [Sp.] 719.34

Basilius, Constitutiones Asceticae [Sp.], 719.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/constitutiones-asceticae-sp/719.34
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/constitutiones-asceticae-sp/719.34

ἑκάστου καὶ ἥθη καὶ πάθη καὶ ψυχικὰς ὁρμὰς ἀχρι- προθυμίας, εἰδῶτα, ὅτι πᾶν ὃ διὰ τὸν Θεὸν γίνεται, οὐκ ἔστι μικρόν, ἀλλὰ μέγα, καὶ πνευματικόν, καὶ τῶν οὐρανῶν ἄξιον, καὶ τοὺς ἐκεῖθεν ἡμῖν ἔλκον μισθούς. Κἄν τοίνυν ὑποζυγίοις ἀγοροροῦσι ταῖς κοιναῖς χρείαις ἀκολουθεῖν δεῖσιν (24), ἀντιδιδόντες οὐ χρῆ, ἔννοοῦντα τοὺς ἀποστόλους, ὅπως προθυμίας ὑπήκουσαν τῷ Κυρίῳ παραγαγεῖν τὸν πῦλον κελεύσαντι, καὶ λογιζόμενον, ὡς καὶ δι’ οὓς ἡμεῖς τὴν ἐπιμέλειαν τῶν ὑποζυγίων αἱροῦμεθα, ἀδελφοὶ τοῦ Σωτῆρός εἰσι· καὶ ἡ περὶ τούτους εὐνοία καὶ σπουδὴ τὴν ἀναφορὰν ἐπὶ τὸν Κύριον ἔχει τὸν φησαντα· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Εἰ δὲ καὶ τῶν ἐλαχίστων οἰκειοῦται, πολὺ μᾶλλον καὶ τῶν ἐλεκτῶν οἰκειώσεται, μόνον μὴ τὴν διακονίαν ἀφορμὴν ἀδιαφορίας λογίζεται, ἀλλ’ ἐν πάσῃ νήψει ἑαυτὸν ἀσφαλίζεσθαι, ἵνα καὶ ἑαυτὸς καὶ τοὶ συντυχάνουσι (25) ἀφέλεια γένηται. Ἄν δὲ τι τῶν εὐτελεστέρον ἔργων δεῖ ἐργάζεσθαι, χρῆ εἰδέναι, ὅτι καὶ ὁ Σωτὴρ τοῖς μαθηταῖς διηκόνεσε, καὶ τὰ εὐτελῆ τῶν ἔργων ποιῆσαι οὐκ ἀπηξίωσε, καὶ μέγα ἀνθρώπῳ Θεοῦ γενέσθαι μιμητήν, διὰ τῶν ταπεινῶν τούτων, εἰς τὸ ὕψος τῆς μιμήσεως ἐκείνης ἀναγομένῳ. Τίς δ’ ἂν καὶ λέγοι λοιπὸν ταπεινός, ὧν Θεὸς τῆς ἐνεργείας ἐφήφαστο

---

Basilius Theol., Constitutiones Asceticae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000609.
