# De Baptismo Libri Duo 771.36

Basilius, De Baptismo Libri Duo, 771.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/771.36
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/771.36

ἐν ταῖς θεοπνεύστοις Γραφαῖς εἰρημένων. Ὅμως ἀναγκαῖον εἶναι ἐλογισάμεθα ἐπὶ τὴν παραδεδομέ- ἡν ὑπὸ τοῦ Κυρίου τάξιν ἀναδράμεν, ἵνα οὕτω καὶ ὑμεῖς πρῶτον τοῦ, « Μαθητεύσατε, » τὴν δύναμιν γνόντες, εἶτα ἀκολουθῆτε τὸν περὶ τοῦ ἐνδοξάτου (30) βαπτίσματος λόγον παραλαβόντες, ἐπὶ τὴν τελειότητα εἰσδωῆτε, διδασκόντες τῆσιν δὲ πάντα ἐνετείλατο ὁ Κύριος τοῖς ἰδίοις μαθηταῖς, καθὼς γέγραπται. Ἐνταῦθα μὲν οὖν, « Μαθητεύσατε, » εἰπόντος, ἠκούσαμεν· λοιπὸν δὲ χρεία τὸν ἀλλᾶγυ περὶ τοῦ τοιούτου εἰρημένον προσηγάματος νμηνυμεν, ἵνα πρῶτον μὲν τὸ φρόνημα εὐάρεστον τῷ Θεῷ κατορθώσαντες, ἔπειτα δὲ τὴν πρέπουσαν καὶ ἀναγκαίαν τάξιν φυλάξαντες, οὕτω τοῦ δυνατοῦ, κατὰ σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεσκείας, μὴ ἐκπέσωμεν. Σύνθες γὰρ τῷ Κυρίῳ τὰ ὁριστικῶς που προσταχθέντα διὰ τῶν ἐν ἄλλοις τόποις εἰρημένων σαφῶς παραδιδόναι· ὡς τὸ, «Θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ. » Ἀπλῶς γὰρ οὕτως εἰπὼν ἐνταῦθα, τὸ, πῶς, ἐν ἑτέρῳ τόπῳ σαφηνίζει, λέγων· « Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς. » Καὶ πολλὰ ἄλλα ὁμοίως.

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
