# De Baptismo Libri Duo 775.2

Basilius, De Baptismo Libri Duo, 775.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/775.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/775.2

4. Πάλιν δὲ τοῦ Κυρίου ἐστι μνημονεύσαι, εἰπόντος κατὰ πρόσωπον ἕκαστω (41), τῷ μὲν εἰπόντι, « Ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου· » Ἄρες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ, ἀπελθὼν, διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ· » τῷ δὲ εἰπόντι· « Ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ συντάξασθαι (42) τοῖς εἰς τὸν οἶκόν μου, » ἐπιπληκτικώτερον καὶ μετὰ ἀπειλῆς σφοδροτέρας. Εἶπεν γάρ· « Οὐδεὶς τὴν χεῖρα θεὶς ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὸ ὀπίσω, εὐθέως ὁστις εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. » Οὕτω καὶ τὸ πρὸς λόγιον ἀναβολὴν ἐμποιοῦν τῇ ὀφειλομένῃ τῷ Κυρίῳ ἀμεταωρίστῳ ὑπακοῇ καθῆκον ἀνθρώπινον, κἂν δοκῇ εὔλογον εἶναι, ἀλλοτρίων ἐστι τοῦ θέλοντος μαθητευθῆναι τῷ (43) Κυρίῳ, καὶ ἀπειλῆς δεινοτέρας ἄξιον. Καθολικώτερον δὲ νομοθετεῖ λέγων· « Εἰ τις ἔρχεται πρὸς μέ, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἄρατω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. » Ἐὰν δὲ ἐλθῶμεν εἰς μνήμην τῶν ὑπὸ τοῦ Κυρίου εἰρημένων πρὸς τὸν (44) εἰπόντα· « Μακάριος ὃς φάγεται ἄρτον (45) ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· » φοβερώτερον κρίμα ὀργῆς καὶ ἀποστολίας μανθάνομεν, καὶ πάσης ἐλπίδος ἀγάθης ἀπαλλοτριούν τούς τοιούτους. Λέγει δὲ οὕτως· « Ἀνθρώπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς. Καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δεῖπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἐρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παρακαλεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν· Ἄγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐλθεῖν, καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρητημένον. Καὶ ἕτερος εἶπε· Ζεύγὺ βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρητημένον. Καὶ ἕτερος εἶπε· Γυναῖκα ἐγημὼ, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς, καὶ ἀναπήρους, καὶ τυφλοὺς, καὶ χωλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἐστὶ τόπος ἐστίν. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον αὐτοῦ· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. Λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνθρώπων ἐκείνων τῶν κεκλημένων (46) γεύσεται μου τοῦ δεῖπνου. » Πάλιν δὲ αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἀποσταλὲς παρὰ τοῦ Πατρὸς, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ τὸν κόσμον, ἑαυτῷ ἐμμένων, καὶ τὸ

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
