# De Baptismo Libri Duo 776.1-35

Basilius, De Baptismo Libri Duo, 776.1 to 776.35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/776.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/776.1

« Οπερ συντεθεῖσθαι δοκοῦμεν διὰ τοῦ ἐν τῷ ὕδατι βαπτίσματος, ὁμολογοῦντες συνεσταυρωθῆναι (47), συντεθνηκέναι, συντεθαφθαι, καὶ ἐξ ἐξ, καθὼς γέγραπται. θήλημα τοῦ ἀγαθοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ παρὼν, τὴν ἀποφάσει τῆς ἀποτομίας διδασκαλίαν ἔπαγε, τὴν ἀξίους ἡμᾶς ποιῶσαν μαθητὰς αὐτοῦ γενέσθαι, καὶ φησίν· « Εἰ τις ἔρχεται πρὸς μέ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τας ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναται μου εἶναι μαθητής. » Μῖσος δηλοῦντι, οὐ μελέτην ἐμποιοῦν ἐπιβουλῆς, ἀλλ’ ἀρετὴν θεοσεβείας ἐν παρακοῇ τῶν ἀφελόντων. « Καὶ ὅστις, φησίν, οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω 5. Στοχασάμενος δὲ τῆς ἡμετέρας ἀσθενείας, καὶ δι’ ὑποδειγμάτων τῆς ἀληθείας βεβαίων ἡμῶν τὰς καρδίας ἐν πληροφορίᾳ τῆς ἀληθείας, καὶ ἐτοιμοτέρους κατερ- γάσαθαι πρὸς ὑπακοήν, δι’ ὧν φησι· « Τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν, ἵνα μήποτε, θέντος (48) αὐτοῦ θεμέλιον, καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἀρχόνται αὐτῷ ἐμπαίζειν, λέγοντες, ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἰσχύσεν ἐκτελέσαι; » Ἡ τίς βασιλεὺς πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ καθίσας πρῶτον βουλεύεται, εἰ δυνατὸς ἐστὶν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἔρχομένῳ ἐπ’ αὐτόν; Εἰ δὲ μήγε, τὸ πρὸρῆμ αὐτοῦ ὄντος, πρεσβείαν ἀποστέλλας, ἐρωτᾷ τὰ πρὸς εἰρήνην. Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; Οὔτε εἰς τὴν γῆν, οὔτε εἰς κοπρίαν ἐσθότον ἐστίν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκούετω. » Εἰ τοῦτο πιστεύομεν, ἐλευθερωθέντες πρῶτον τῆς τοῦ διαβόλου καταδυναστείας, ἐν τῷ ἀπέχεσθαι παντὸς ἐπιθυμητοῦ πράγματος τῷ διαβόλῳ, χάριτι τοῦ Θεοῦ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
