# De Baptismo Libri Duo 783.1

Basilius, De Baptismo Libri Duo, 783.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/783.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/783.1

αὐτοῦ, εἰς ἐπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾧ ἡ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἀφεσιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἥς ἐπερίσσευσεν εἰς ἡμᾶς (79)· ὡςπερ ἀνδρίας συντριβείς συνθλασθεῖς τε, καὶ ἀφανίσας τὴν ἐνδοξον μορφὴν τοῦ βασιλέως, ἀναδὼν μορφούται ὑπὸ τοῦ σοφοῦ τεχνίτου καὶ ἀγαθοῦ δημιουργοῦ ἀντιπροσμένου τῆς δόξης τοῦ ἰδίου πλάσματος, καὶ εἰς τὴν ἀρχαίαν δόξαν ἀποκαθίσταται· οὕτω καὶ ἡμεῖς παθόντες διὰ τὴν παρακοὴν τῆς ἐντολῆς, κατὰ τὸ γεγραμμένον, «Ἄνθρωπε, ἐν τιμῇ ὢν, οὐ συνέγνω, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, » ἀνακληθῶμεν εἰς τὴν πρώτην δόξαν τῆς εἰκόνος τοῦ Θεοῦ. Κατ’ εἰκόνα γάρ, φησὶ, καὶ ὁμοίωσιν τοῦ Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον. Πῶς δὲ τοῦτο γέγονεν; (80), Παῦλος ὁ ἀπόστολος ἐδίδαξεν, εἰπών· « Χάρις τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς τὸν παραδοθέντα τύπον διδαχῆς· ἵνα, ὡσπερ ὁ κηρὸς, πειραδιδομένος τῷ τύπῳ τῆς γλυφῆς, μορφούται πρὸς ἀκριβείαν τὴν ἐγκειμένην τῇ γλυφῇ μορφὴν, οὕτω καὶ ἡμεῖς, παραδιδόντες ἑαυτοὺς τῷ τύπῳ τῆς κατὰ τὸ Εὐαγγέλιον διδασκαλίας, μορφωθῶμεν τὸν Ἰσω ἄνθρωπον, πληροῦντες τὸ ὑπὸ τοῦ αὐτοῦ εἰρημένον προστακτικῶς. Φησὶ γάρ· « Ἀπεκθυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν· » καὶ πολλὰ τοιαῦτα.

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
