# De Baptismo Libri Duo 787.1

Basilius, De Baptismo Libri Duo, 787.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/787.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/787.1

ὅταν ἀναζητῶμεθα τοῦ Κυρίου λέγοντος· « Ἐρρήθη τοῖς ἀρχαίοις· Ὁφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ’ ὅστις σε ῥαπίζει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Καὶ τῷ θελόντῃ σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἀφές (94) αὐτῷ καὶ τὸ ἱμάτιον. Καὶ δς ἂν σε ἀγγαρεύσῃ μίλιον ἕν, ὑπαγε μετ’ αὐτοῦ δύο. Οὐ μόνον γὰρ οὐκ ἐκδικοῦμεν τὰ προγεγονότα ἁμαρτήματα εἰς ἡμᾶς, ὡς παρακελεύονται οἱ γραμματεῖς καὶ Φαρισαῖοι, ἐπιτρέποντος τοῦ διὰ Μωϋσέως νόμου, ἀλλὰ καὶ μεῖζον ἀνεξιλαχίαν ἐπιδεικνύμεθα, προθυμίαν ὑπομονῆς τῶν ἰσῶν ἢ καὶ δεινοτέρων προβαλλόμενοι. Καὶ οὕτως ἀμφοτέρα ἡμῖν συγκατορθοῦται· θάνατος μὲν, ἐν τῷ μὴ κινεῖσθαι (95) εἰς ἀγανάκτησιν κατὰ τοῦ τὴν πρώτην ἡμῖν ἐπενεγκόντος πληγὴν· καινότης δὲ ζωῆς ἐν Κυρίῳ, ἐν τῷ παραιτεῖσθαι καὶ τὴν ἄλλην.

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
