# De Baptismo Libri Duo 792.1-39

Basilius, De Baptismo Libri Duo, 792.1 to 792.39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/792.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/792.1

ms. καθὼς χάρῃ. ἑαυτοὺς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. » Καὶ οὕτω κατορθοῦται τὸ, « Μείνατε ἐν τῇ ἀγάπῃ μου (16). Ἐὰν τὰς ἐντολὰς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρὸς μου τετήρηκα, καὶ μένω αὐτὸν ἐν τῇ ἀγάπῃ. » 17. « Μηδενὶ δὲ ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία · ἐν παντὶ δὲ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, » ἀφευδῶ καὶ ἀληθῶ ἐπιδεικνύμεθα τὴν ἐν τῷ βαπτισματι ἐπαγγελίαν, ἐν τῷ φυλάσσειν τὰ ὑπὸ τοῦ Ἀποστόλου παρακλητικῶς πρὸς τοὺς συμφυτευθέντας τῷ Χριστῷ καὶ συνεργ- θέντας εἰρημένα οὕτως · « Μὴ οὖν βασιλεύετω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτῆς. Μὴ δὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε (17) ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. » Καὶ πάλιν · « Εἰ οὖν συνῃγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστὸς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθημένος · τὰ ἄνω φρονεῖτε, καὶ μὴ τὰ ἐπὶ τῆς γῆς. » ὡς οἶμαι, ἀναπόδοτον (18) οὕτω διευκρινήσας ἡμῖν τοῦ Ἀποστόλου, δι’ οὐδὲν γὼν τῶν μηνυνομένων τὴν προλαβοῦσαν μεγάλην τῆς ἀμετρήτου φιλοθροπίας τοῦ Θεοῦ χάριν ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, οὗ ἡ μέχρι θανάτου ὑπακοὴ ἡμῖν ἐγένετο, καθὼς γέγραπται, λύτρωσις ἁμαρτημάτων, ἐλευθερία τοῦ ἐν τῷ ἀπ’ αἰῶνος (19) παραπτώματι βασιλεύοντος θανάτου, καταί- λαχὴ τῷ Θεῷ, δύναμις τῆς πρὸς Θεὸν εὐαρεστήσεως, δικαιοσύνης δωρεά, κοινωνία τῶν ἁγίων ἐν τῇ αἰωνίῳ ζωῇ, βασιλείας οὐρανῶν κληρονομία, καὶ μυρίων ἄλλων ἀγαθῶν βραβείων · σοφῶς δὲ καὶ ισχυρῶς παραδεδώκως ἡμῖν, διὰ τῶν συνημμένων ἐξενεχθέντων, τὸν ἐν τῷ ὕδατι εἰς τὸν θάνατον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ βαπτίσματος λόγον. Δι’ ὧν ἐπαίδευσε ἡμᾶς ἀσφαλίζεσθαι ἑαυτοὺς, μὴ εἰς κενὸν τὴν τοιαύτην καὶ τοιαύτην χάριν δεξάμενοι, εἰπὼν ἄ καὶ προσείπων · « Μὴ οὖν βασιλεύετω ἡ

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
