# De Baptismo Libri Duo 798.2

Basilius, De Baptismo Libri Duo, 798.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/798.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/798.2

B 25. Ὡς δῆλον καὶ ἀνατίρρητον εἶναι, ὅτι χωρὶς ἀγάπης, κἂν γίνῃται τὰ προστάγματα καὶ αἱ δικαιώματα, καὶ φυλαχθῶσιν αἱ ἐντολαὶ τοῦ Κυρίου, καὶ τὰ μεγάλα χαρίσματα ἐνεργηθῶ, ἀνομίας ἔργα λογισθήσεται· οὐ τῷ ἰδίῳ λόγῳ τῶν (45) χαρισμάτων καὶ τῶν δικαιωμάτων, ἀλλὰ τῷ σκοπῷ τῶν τούτοις χρωμένων πρὸς τὰ ἴδια θελήματα, τοῦ Ἀποστόλου λέγοντος ποτὲ μὲν « Νομίζοντες πορισμὸν εἶναι τὴν εὐσέβειαν· » ποτὲ δὲ· « Τινὲς μὲν διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν (46)· οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἀγνῶς, οἴεσθαι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· » καὶ ἀλλοχόῦ· « Οὐ γὰρ ἔμεν, φησίν, ὡς οἱ πολλοί, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ. » Καὶ πάλιν ἀπαρνητικῶς φησίν· « Οὔτε γὰρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν πρὸς ὑμᾶς, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας, Θεὸς μάρτυρ· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾽ ὑμῶν, οὔτε ἀπ᾽ ἄλλων· δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι. » Διὰ δὲ τούτων καὶ τῶν τοιούτων δείκνυται σαφῶς τὸ δίκαιον τῆς τοῦ Κυρίου ἀποκρίσεως· « Ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, ἐργάται τῆς ἀνομίας, » ἐν τῷ διὰ τῶν τοῦ Θεοῦ χαρισμάτων τὰ ἴδια θελήματα πραγματεύεσθαι, ὡς εἴ τις τοῖς ἰατρικοῖς σκεύεσι τε καὶ σκευάσμασι ἰδίοις, πρὸς θεραπείαν παθόντων γενομένοις, καὶ πρὸς ἐπιμέλειαν ὑγείας τε καὶ σωτηρίας, χρῆταιτο πρὸς φόνον, καὶ μὴ τὸ τοῦ Ἀποστόλου παράγγελμα φυλάσσειν (47), εἰπόντος· « Εἰτε ἐσθίετε, εἰτε πίνετε, εἰτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. » Παντὶ οὖν λόγῳ ἀναγκαία ἡ ἐπιμέλεια τοῦ ἑσω ἀνθρώπου, ὡς ἀμετέωριστον εἶναι τὸν νοῦν, καὶ ὥσπερ (48) προσνηγῶσαι τῷ σκοπῷ τῆς τοῦ Θεοῦ δόξης, ἵνα φυλάσσοντες τὸ πρόσταγμα τῷ Κυρίῳ εἰπόντος· « Ποίησατε τὸ

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
