# De Baptismo Libri Duo 803.2

Basilius, De Baptismo Libri Duo, 803.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/803.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/803.2

3. Προστίθησι δὲ καθ’ ἑαυτοῦ ὁ τοιοῦτος καὶ τὸ κρῆμα τοῦ Ἀποστόλου, λέγοντος: « Ὁ ἐσθίων καὶ πίνων ἀναξίως, κρῆμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. » Οὐ μόνον γὰρ κρῆμα φοβερὸν ἔχει ὁ ἐν μολυσμῷ σαρκὸς καὶ πνεύματος ἀναξίως προσερχόμενος τοῖς ἁγίοις· προσερχόμενος γὰρ (67), ἔνοχος γίνεται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου· ἀλλὰ καὶ ὁ ἀργῶς καὶ ἀνωφελῶς ἐσθίων καὶ πίνων, ἐν τῷ μὴ διὰ τῆς μνήμης τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου ἡμῶν, τὸ εἰρημένον φυλάσσειν, ὅτι « Ἡ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας (68) τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον, » καὶ τὰ ἕξης. Ὡσπερ γὰρ ἀσυνειδήτως καὶ ἀνωφελῶς τοσοῦτον καὶ τοιοῦτον ἀγαθὸν καταργῶν, καὶ ὡσπερ ἀχαρίστως προσερχόμενος τῷ τοιούτῳ μυστηρίῳ, τὸ κρῆμα ἔχει τῆς ἀργίας τοῦ Κυρίου καὶ τοὺς ῥήμα ἀργῶν προειμένους ἀκήριτους εἶναι μὴ συγχαριζαμένους, σφοδρότερον δὲ παριστῶντος τὸ κρῆμα τῆς ἀργίας διὰ τοῦ τὸ ταλαίνον ἐν ἀργίᾳ φυλάξαντος ἀκέραιον· τοῦ δὲ Ἀποστόλου παραδεδοχότος ἡμῖν, ὅτι καὶ ὁ τὸ ἀγαθὸν προφέρων ῥῆμα, μὴ εἰς οἰκοδομὴν δὲ τῆς πίστεως οἰκονομῶν, λυπεῖ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὕτω συναφῶν ὀφειλόμεν τὸ κρῆμα τοῦ ἀναξίως ἐσθίοντος καὶ πίνοντος. Εἰ δὲ καὶ ὁ τῶν ἀδελφῶν διὰ βρώμα λυπῶν τῆς ἀγάπης ἐκπίπτουκεν, ἧς ἄνευ καὶ τὰ μεγάλα τῶν τε χαρισμάτων καὶ τῶν δικαιωμάτων ἐνεργούμενα οὐδὲν ὠφελεῖ, τί ἂν τις εἴποι περὶ τοῦ ἀργῶς καὶ ἀνωφελῶς τολμῶντος φαγεῖν τὸ σῶμα, καὶ πιεῖν τὸ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τοῦτο περισσότερος λυποῦντος τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τολμῶντος ἄνευ τῆς συνεχούσης ἀγάπης, ὥστε κρίναι· μὴ ἑαυτῷ (69) ζῆν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, φαγεῖν καὶ πιεῖν; Δεῖ οὖν τὸν προσιόντα τῷ σώματι καὶ τῷ αἵματι τοῦ Χριστοῦ, εἰς ἀνάμνησιν αὐτοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, μὴ μόνον καθαρεῖν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵνα μὴ εἰς κρῆμα φάγῃ καὶ πίῃ, ἀλλὰ καὶ ἐνεργῶς (70) δεῖκνυεῖν τὴν μνήμην τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, ἐν τῷ νενοκριθῆσθαι μὲν τῇ ἁμαρτίᾳ καὶ τῷ κόσμῳ καὶ ἑαυτῷ, ζῆν δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
