# De Baptismo Libri Duo 804.4

Basilius, De Baptismo Libri Duo, 804.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/804.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/804.4

ΑΠΟΚΡΙΣΙΣ. 1. Εἰ πάντες οἱ τῆς βασιλείας τοῦ Θεοῦ ἐπιθυμοῦντες (71) τῆς τοῦ βαπτίσματος χάριτος ὁμοίως καὶ ἀναγκαίως ἀντιποιούμεθα καὶ ἐπιδημέθα, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν, εἰπόντος· « Ἐὰν μὴ τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, » πάντες ἄρα ὁμοίως ἡμῖν ὀφείλεται τῷ αὐτῷ λόγῳ στοιχεῖν τοῦ βαπτίσματος, τοῦ Ἀποστόλου κοινῶς πᾶσι τοῖς βαπτισθεῖσι λέγοντος· « Ἠγνοεῖτε, ἀδελφοί, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν ; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἡγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν, » καὶ τὰ ἕξης. Καὶ ἐν ἑτέρῳ τόπῳ ἐντεττικώτερον καὶ σαφέστερον ἡμῖν παραδίδωσι τοιοῦτον δόγμα, εἰπών· « Ὀσοὶ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. » Καθὼς πάλιν πρὸς πάντας φησίν· « Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι (72), ἐν ᾧ καὶ συνῃγέρθητε διὰ τῆς πίστεως. » Ἄρα πᾶς ὁ βαπτισθεὶς τὸ τοῦ Εὐαγγελίου βάπτισμα ὀφειλέτης ἐστὶ κατὰ τὸ Εὐαγγέλιον ζῆν καὶ δι' ὧν εἶπεν ἀλλοχόυ· « Μαρτύρομαι πᾶντι ἄνθρωπῳ περιτενυομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι (73). »

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
