# De Baptismo Libri Duo 808.1

Basilius, De Baptismo Libri Duo, 808.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/808.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/808.1

A μνημονεύσωμεν αὐτοῦ τοῦ Κυρίου λέγοντος· « Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἰῶτα ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ (94) νόμου, ἕως ἂν πάντα γένηται· » καὶ πάλιν· « Εὐκοπώτερόν ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραΐαν παεῖν. » Εἰ δὲ πλεῖον Σολομῶνός ἐστι, καὶ πλεῖον Ἰωνᾶ ὄντε, ἀκολουθοῦν ἐστιν εἰπεῖν, ὅτι καὶ πλεῖον Μωϋσέως ὄντε, τοῦ Ἀποστόλου, μετὰ τὸ τὴν ἀπρόσιτον τοῖς Ἰσραηλίταις Μωϋσέως δόξαν διηγήσασθαι ἐν συγκρίσει τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπενεγκόντος ὅτι, « Οὐ δεδοξάσται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέλει ἐνεκεν τῆς ὑπερβαλλούσης δόξης. Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. » Οὕτως εἰ καὶ ἐκ τῶν εἰρημένων ἐπαξιώθημεν τὰ ἐν τῷ Εὐαγγελίῳ εἰρημένα ἐν πίστει ἀδιακρίτῳ B βεβαιότερα γνωρίζειν καὶ ὁμολογεῖν, ὅμως πάλιν αὐτοῦ τοῦ Κυρίου μνημονεύσωμεν λέγοντος· « Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. » Ἥρκει μὲν οὖν τὰ τοῦ Κυρίου ῥήματα πλεῖον πάντων ἐν Πνεύματι ἁγίῳ καὶ ἁγμονικῷ στηρίζειν τὰς καρδίας ἡμῶν, ἀδιατάκτως καὶ ἀφαρμὸς ἔχειν περὶ παντὸς ῥήματος ἐκπορευομένου διὰ στόματος Θεοῦ· ἵνα δὲ καὶ τὴν τινων ἀσθενείαν βοηθήσωμεν, ἀκολουθοῦν ἂν εἴη καὶ μαρτυρίαν ἐνός ἢ δυτέρου ἐκ πολλῶν παραθεῖναι. Ὁ μὲν οὖν Δαβὶδ φησιν· « Πιστὰ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι· » καὶ πάλιν· « Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι ἔργοις αὐτοῦ, » καὶ πολλὰ τοιαῦτα. Ὁ δὲ Ἰηοῦ ἐν τοῖς Βασιλέων (95) εἶπεν· « Ἴδετε, ὅτι οὐ πεσεῖται λόγος Κυρίου ἐπὶ τὴν γῆν. »

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
