# De Baptismo Libri Duo 809.2

Basilius, De Baptismo Libri Duo, 809.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/809.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/809.2

3. Καὶ πολλὰ τοιαῦτα εὑροῖς ἂν παρὰ τε τοῖς εὐαγ-γελισταῖς καὶ τῷ Ἀποστόλῳ. Ἐὰν δὲ ἡ μὲν ἐντολὴ δοθῇ, πῶς δὲ γένηται, μὴ ἐπενεχθῇ, ἀνασυγχόμεθα τῷ Κυρίῳ λέγοντος· « Ἐρευνᾶτε τὰς Γραφάς, » καὶ μι-μησόμεθα τοὺς ἀποστόλους αὐτὸν τὸν Κύριον ἐπερω-τήσαντας τὴν ἐρμηνείαν τῶν παρ’ αὐτοῦ εἰρημένων καὶ τῶν παρ’ αὐτοῦ ἐκ τῶν ἐν ἑτέρῳ τόπῳ εἰρημένων, μαθάναι τὸ ἀληθὲς καὶ σωτήριον ὡς περ ἐπὶ τοῦ, « Θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, » ἐκ τε τῶν τῷ νεανίσχῳ προστεταγμένων παιδευσόμεθα, αὐ-τοῦ τοῦ Κυρίου εἰπόντος· « Πωλήσῃ σου τὰ ὑπάρ-χοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐ-ρανῷ· » καὶ ἐκ τῶν εἰρημένων πρὸς τοὺς ἐπιθυμοῦντας βασιλείαν οὐρανῶν χληρονομεῖν· « Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ἠδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐ-ράνιος, δοῦναι (99) ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκ-λειπτον ἐν τοῖς οὐρανοῖς. » Ἐὰν δὲ καὶ κίνδυνος παρ-έπηται τῇ τηρήσει τῆς ἐντολῆς, ἥτις ἐστὶ καύχημα ἡμῶν, μνημονεύσωμεν τοῦ Ἀποστόλου εἰπόντος· « Κα-λὸν μοι μᾶλλον ἀποθανεῖν, ἢ τοῦ καυχήματός μου ἵνα τις κενώσῃ· » καὶ ἀλλαχοῦ πλατύτερον· « Τίς ἡμᾶς χω-ρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενο-χωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; » καὶ τὰ ἕξης. Δι’ ὧν σφοδρότερον παιδευσόμεθα τηρεῖν τὰς ἐντολὰς, καὶ περισσοτέραν δοῦναι (1) ἀπόδειξιν τῆς πρὸς τὸν Κύριον ἀγάπης, εἰ-πόντα· « Ὁ ἀγαπῶν με, τὰς ἐντολὰς μου τηρήσει, » καὶ πολλάκις ὁμοίως· ἐπὶ δὲ τῶν λοιπῶν μιμεῖσθαι τὸν Ἀπόστολον, καὶ λέγειν· « Ὁ βάθος πλούτου, καὶ σο-φίας, καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν Κυρίου· » τοῦ ἐξ οὐρανῶν καταλδόντος, καὶ τὰ τοῦ Πατρὸς ἡμῖν ῥήματα ἀπαγγειλάντος (2); Ὁ πιστεύειν ἀναγκαῖον καὶ σωτήριον, ὡς τὰ τέκνα τοῖς

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
