# De Baptismo Libri Duo 810.1-36

Basilius, De Baptismo Libri Duo, 810.1 to 810.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/810.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/810.1

A γονεύσι, καὶ τὰ παιδία τοῖς διδασκάλους, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φωνήν, εἰπόντος· « Ἐὰν μὴ τις δεξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. » E' ΕΡΩΤΗΣΙΣ Ε'. *Εἰ παντὸς ῥήματος ἡ ἀπειθεῖα ἀξία ὀργῆς καὶ θανάτου, κἂν ἰδίως τῷ καθ' ἕκαστον μὴ ἡ συνημμένη ἡ ἀπειλή.* ΑΠΟΚΡΙΣΙΣ. 1. Περί μὲν τοῦ, εἰ (3) παντὸς ῥήματος ἡ ἀπειθεῖα ἀξία ὀργῆς καὶ θανάτου, εἴρηται μὲν πλατύτερον ἐν τῇ περὶ τῆς συμφωνίας ἐπιστολῇ· ἵνα δὲ καὶ νῦν μίας ἢ δευτέρας ἐκ πολλῶν μνημονεύσῃμεν μαρτυρίας, ἀκούσωμεν Ἰωάννου μὲν τοῦ Βαπτιστοῦ λέγοντος· « Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ (τὸ δὲ ἀόριστον παντὸς ἐστι περιληπτικόν) οὐκ ὄψεται τὴν ζωήν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν· » αὐτοῦ δὲ τοῦ Κυρίου ὁριστικῶς ἀποφηνάμενου· « Ἴστα ἐν, ἡ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. » Εἰ δὲ τὰ τοῦ νόμου οὕτως, πῶς μᾶλλον τὰ τοῦ Εὐαγγελίου; καθὼς αὐτὸς ὁ Κύριος πολλάκις ἐπισήμαντο. Περί δὲ τοῦ, κἂν ἰδίως τῷ καθ' ἕκαστον μὴ ἡ συνημμένη ἡ ἀπειλή, ἀρκεῖν μὲν λογίζομαι τοῖς πιστοῖς, αὐτοῦ τοῦ Κυρίου μνημονεύσαι εἰπόντος ἐν τῇ περικοπῇ τῆς μετὰ τοὺς μακαρισμοὺς διδασκαλίας· ἐν ᾗ πολλῶν μὲν ἐμνημόνευσε τῶν ἀπηγορευμένων, καὶ τοῖς μὲν προσέθηκε καὶ τὴν ἀπειλήν, εἰπών· « Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ' ἂν εἴπῃ, Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ' ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός· » καὶ πολλὰ τοιαῦτα· τοῖς δὲ μὴ προσέθηκε· ὥσπερ ἐν τῷ εἰπεῖν, ὅτι « Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· » καὶ τὸ, « Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὁμῶσαι ὅλως· » καὶ μετ' ὀλίγα· « Ἔσται δὲ ὁ λόγος ὑμῶν, Ναί, ναί· οὔ, οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι. » Καὶ πολλὰ

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
