# De Baptismo Libri Duo 813.1

Basilius, De Baptismo Libri Duo, 813.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/813.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/813.1

δυνῶν, τὶς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποίησατε οὖν καρποὺς ἀξίους (14) τῆς μετανοίας. Καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ (15) τῶν λίθων τούτων ἐγείραι τέκνα τῷ Ἀβραάμ. Ἦδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον, μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ὁν ἕκαστον οὐχ ἔργασίαν κακοῦ τινος δηλοῖ, ἀλλ' ἀρχὴν τοῦ τῆς θεοσεβείας δικαιώματος. Εἰ γὰρ ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, ὅτι οὐ (16) μετὰ τῆς πρεπούσης ἐποίησε προθυμίας, πῶς μᾶλλον ἐπικατάρατοι οἱ μᾶς ποιεῖν ὁπωσοῦν τὸ ἀγαθὸν ἀνασχόμενοι; Καὶ δικαίως ἀκούσουσι· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατπραχμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἄκ ἐκ πάντων δηλοῦν, ὅτι ἀναγκαῖος τάχος πλεῖονος καὶ σπουδῆς ἀδύνου χρεία μετ' ἐπιθυμίας ἀγαθῆς καὶ ἀμετewplstou ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα ἀξιοὶ τοῦ μακαρισμοῦ γενώμεθα καὶ αὐτοί, καθὼς εἶπεν αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
