# De Baptismo Libri Duo 815.1

Basilius, De Baptismo Libri Duo, 815.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/815.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/815.1

Καὶ πολλὰ ἄν τις εὑροῖ παρὰ τόπον ἐπικινδύνως γι- A νομένα, ἥτοι κατεγνωσμένων. Πάλιν δὲ τοῦ Ἀποστόλου μνημονεύοντες εἰπόντος· « Ταῦτα τυπικῶς συνἐβασιν ἐκεῖνοι· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν (22)· » ἰδωμεν εἰ μὴ τὰ νενομοθετημένα ὑπὸ τοῦ Θεοῦ πρὸς θυσιαστείαν, κοινωνίαν ἔχοντα πρὸς ἀλήλην, τὴν διαφοράν ἐρύλασεν ἀπαράδεκτος. Τὰ μὲν γὰρ ἀφώριστο τῇ Ἱερουσαλήμ, καὶ ἔξω ποιήσαντες ἐκινδύνευσον· τὰ δὲ καὶ πλέον, ὅτι καὶ ἐν αὐτῷ τῷ ναῷ καὶ τῷ θυσιαστηρίῳ, καὶ ἐν αὐτῇ τῇ Ἱερουσαλήμ, ἢ ἄλλοις τόποις, ἄλλα τοῖς πρὸς Θεοῦ λατρείαν ἤν ἐγχεκριμένα (23), καὶ οὔτε τὰ ἐν τῷ ναῷ καὶ ἐν τῷ θυσιαστηρίῳ γινόμενα ἐν ἄλλοις τόποις τῆς Ἱερουσαλὴμ γίνεσθαι ἐτολμᾶτο, οὔτε τὰ ἐν ἄλλοις τόποις, καὶ ἐν τῷ ναῷ συγκεχωρημένον. Ἡμῖν δὲ παρὰ τόπον B μέν κινδυνεύει ἡ ἐντολὴ· μάλιστα, ἐὰν τὰ τῆς ἱερωσύνης μυστήρια ἐπιτελῶμεν ἐν βεβηλοῖς τόποις· τοῦ τοιούτου πράγματος ἀποδείξειν μέν ἔχοντος τὴς καταφρονήσεως τοῦ ἐπιτελουμένου, σκανδαλίζοντος δὲ ἄλλων ἐπ’ ἄλλο τι πᾶθος πολυτρόπως διὰ τὴν τῶν πολλῶν ἐν τῇ γνώσει διάφορον ἀσθένειαν.

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
