# De Baptismo Libri Duo 817.2

Basilius, De Baptismo Libri Duo, 817.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/817.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/817.2

5. Διόπερ τὴν περὶ τοῦ αὐτοῦ κρίματος πολλάκις γινομένην (34) παραγγελίαν σφοδρότερον καθάπτεσθαι καὶ πιστεύεσθαι μᾶλλον εἰδὼς, καὶ ἐν ἑτέρῳ τόπῳ κατὰ τὸν αὐτὸν νοῦν εἰρημένην παραθήσομαι. Φησὶ δὲ αὐτὸς ὁ Κύριος· « Πολλοὶ ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. Ἀφ’ οὗ ἂν εἰσέλθῃ ὁ οἰκοδεσπότης, καὶ κλείσῃ τὴν θύραν, καὶ ἀρξήσεσ λέγειν, Κύριε, Κύριε, ἀνοίξον ἡμῖν, καὶ τότε ἀποκριθεὶς ἐρεῖ· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. Διὰ τοῦτο λέγω ὑμῖν, γίνεσθε ἕτοιμοι, ὅτι ἡ ὥρα οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται· » καὶ πολλοῖς δμοίως. Εἰ δὲ δεῖ καὶ τὸν Ἀπόστολον προσκαλεῖσθαι εἰς μαρτυρίαν, ἀκούσωμεν αὐτοῦ μνημονεύσαντος μετὰ τοῦ προφήτου λέγοντος· « Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· » ἐπενεγκώντος δὲ τὸ παρ’ ἑαυτοῦ· « Ἴδου νῦν καιρὸς εὐπρόσδικτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· » καὶ πάλιν· « Ἀφ’ οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας μέν, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. » Εἰ δὲ καὶ ἄλλης μαρτυρίας χρεία, μνημονεύσωμεν (35) τοῦ Δαβὶδ εἰπόντος· « Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ· » καὶ τοῦ Σολομῶντος κατὰ κοινον (36) ὁρισάμενου, ὅτι Πάντα καλὰ ἐν καιρῷ αὐτῶν.

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
