# De Baptismo Libri Duo 822.4

Basilius, De Baptismo Libri Duo, 822.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/822.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/822.4

Θ ΑΠΟΚΡΙΣΙΣ. 1. Παράνομος μὲν ἐστὶν πᾶς ὁ μὴ ὁλόκληρον τὸν νόμον φυλάξας, ἢ καὶ ὁ μίαν ἐντολὴν παραβάς. Ἐν γὰρ τῇ ἐλλείψει καὶ τοῦ μικροῦ τὸ πᾶν κινδυνεύει. Τὸ γὰρ παρ’ ὀλίγον γεγονός οὐ γέγονεν. Ὡσπερ γὰρ ὁ παρ’ ὀλίγον ἀποθανὼν οὐκ ἀπέθανεν, ἀλλὰ ζῇ, καὶ ὁ παρ’ ὀλίγον ζήσας οὐ ζῇ, ἀλλὰ ἀπέθανε, καὶ ὁ παρ’ ὀλίγον εἰσελθὼν οὐκ εἰσῆλθεν, ὡς αἱ πέντε παρθένοι· οὕτως ὁ παρ’ ὀλίγον φυλάξας τὸν νόμον οὐκ ἐφύλαξεν, ἀλλ’ ἐστὶ παράνομος. Διὸ καὶ ἀναγκαῖον ἐπὶ τῶν παρανομούντων, κἂν γνησίῳ εἶναι δὲ ἔχει, πεῖθεσθαι τῷ Ἀποστόλῳ εἰπόντι, ποτὲ μὲν, « Ἐὰν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, ἢ λοιδορος, ἢ ἄρπαξ, τῷ τοιούτῳ μηδὲ συνεισθίειν » παρατηρητέον δὲ ἐνταῦθα, ὅτι οὐχὶ τὸν τὰ πάντα δυνά ἀφωρίσας καὶ αὐτῆς τῆς κοινῆς (50) διαίτης, ἀλλὰ καὶ τὸν ἐν τὶ δυνά ἐκ πάντων, ἐν τῷ μὴ εἰπεῖν, « Τούτῳ, » ἀλλὰ, « Τῷ τοιούτῳ. » ποτὲ δὲ, « Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία· δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ (καὶ γὰρ καθολικώτερον ἐπήγαγεν) ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. (51) Μὴ οὖν γίνεσθε συμμετοχοὶ αὐτῶν. » καὶ πάλιν· « Στέλλεσθε ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατούντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον (52) παρ’ ἡμῶν » καὶ ἄλλοχοῦ ὁμοίως

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
