# De Baptismo Libri Duo 823.1

Basilius, De Baptismo Libri Duo, 823.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/823.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/823.1

καὶ κατὰ τῶν ἐπαινετῶν μὲν (53), μὴ ἐξ ὑγύους δὲ διαθέσεως γινομένων. Ἐν μὲν οὖν τῇ Παλαιᾷ Διαθῃκῃ ὁ προφήτης ἐν τῇ τοῦ δένδρου παραβολῇ περὶ τῶν ἁγίων εἶπεν· « Ὁ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ » ὁ δὲ Σολομὼν φησιν· « Ἔργα δικαίων ζωὴν ποιεῖ· καρποὶ δὲ ἀσεβῶν ἁμαρτία, » Ὦση δὲ λέγει· « Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε καρπὸν ζωῆς· » καὶ ὁ Μιχαίας· « Καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν μετὰ τῶν κατοικοῦντων ἐν αὐτῇ, ἀπὸ καρπῶν ἐπιτηδευμάτων αὐτῶν· » καὶ ἄλλοι προφῆται ἄλλα πλείονα. Ἄλλα ταῦτα μὲν ὡς λύχνος λαμπέτω· τὸ δὲ φῶς τὸ ἀληθινόν, ὁ τῆς δικαιοσύνης ἥλιος, αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τραγώτερον παρίστησι λέγων· « Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν· » καὶ ἄλλοχου B ὁμοίως. Ἔχοντες οὖν τὸ τῶν καρπῶν ὄνομα ἐπὶ τοῖς ἀλλήλων ἐναντίοις ὁμοίως κείμενον, λοιπὸν καταμάθωμεν, ποιοὶ μὲν εἰσὶ δένδρα ἀκαρπα, τίνὰ δὲ ὁ Ἀπόστολος λέγει ἔργα ἀκαρπα. Τὰ μὲν οὖν ἀκαρπα δένδρα δηλοῦνται (54) ἡμῖν παρὰ Ἰωάννου τοῦ Βαπτιστοῦ, εἰπόντος τοῖς καταξιωθεῖσι τοῦ βαπτίσματος εἰς ἄφεσιν τῶν ἁμαρτιῶν, καὶ καθαρισθεῖσι ἀπὸ παντὸς μύπου· « Ποίησατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· » καὶ μετ’ ὀλίγα ἐπιφέροντος· « Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται· » θαλαγγύτερον δὲ ὁ Κύριος (55) διδάσκει, λέγων τοῖς μὲν ἐκ δεξιῶν ἐστῶσι, « Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· » καὶ τοὺς ἀγαθοὺς αὐτῶν καρποὺς δείκνυσι τοῖς C ἐπιφερομένοις· τοὺς δὲ ἐξ ἀριστερῶν κειμένους εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οἱ οὐχ ἁμαρτίας ἐργασίαν ἐγκαλεῖ, ἀλλ’ ἀρᾶν καρπῶν ἀγαθῶν. « Ἐπεῖνασα γάρ, φησί, καὶ οὐκ ἔδωκάτε μοι φαγεῖν, » καὶ τὰ ἕξης· ἥτις ἀργία τῆς μερίδος ἐποίησεν αὐτοὺς γενέσθαι τῶν ἁμαρτωλῶν, οἵτινες ἀγγελοι τοῦ διαβόλου καλοῦνται παρὰ τοῦ Κυρίου.

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
