# De Baptismo Libri Duo 825.1

Basilius, De Baptismo Libri Duo, 825.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/825.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/825.1

ἐξαρβὴ ἐκ μεσού ὑμῶν τὸ ἔργον τοῦτο ποιήσας· οἱ ἐπήγαγεν· « Μικρὰ ζύμη δλον τὸ φύραμα δολοῖ. » (62) Φοβηθῶμεν οὖν καὶ ἀνασχήμεθα αὐτοῦ λέγοντος· « Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα. » Ὁ δὲ συνεργάζομενος μὲν τινὶ τὸ ἀγαθὸν ἀγαθὴ γνώμη, ἀγνοῶν δὲ αὐτοῦ τὴν κακίαν τῆς τε διαθέσεως καὶ τοῦ σκοποῦ, οὐχ ἐν τῷ συνεργάζεσθαι ἐγκλημα ἔχει κοινωνίας, ἀλλ' ἐν τῷ κεχωρισθαι τῆς τοῦ ἀλλοτρίου διαθέσεως, φυλάσσειν (63) δὲ ἑαυτὸν ἐν τῷ κανόνι τῆς πρὸς τὸν Θεὸν ἀγάπης, τὸν ἴδιον μισθὸν λαμβάνει κατὰ τὸν ἴδιον κόπον, ὡς ὁ ἐπὶ τῆς κλίνης, καὶ ἡ ἐν τῷ μύλῳ ἐφανερωθὴ ἡμῖν παρ' αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διαφορά δὲ εἰς τοὺς πιστευθέντας, καὶ τοὺς μὴ, ἐν τῷ χρεῖε τῆς ἐπιμελείας ἐστίν, οὐχ ἐν τῇ καινότητι τῶν ἁμαρτημάτων. Ἡ μὲν γὰρ ἐπιμέλεια ἐξαιρέτως μόνους τοὺς πιστευθεῖσιν ὀφείλεται παρ' ἐμοῦ (64)· ἡ δὲ πρὸς τὸ κακὸν καὶ τὰ ἄκαρπα ἔργα κοινωνία κατὰ πάντων ὁμοῦ ἀπηγόρευσται.

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
