# De Baptismo Libri Duo 825.2

Basilius, De Baptismo Libri Duo, 825.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/825.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/825.2

ΕΡΩΤΗΣΙΣ V. El del ἐστι τὸ σκανδαλίζειν ἐπικίνδυνον. ΑΠΟΚΡΙΣΙΣ. 1. Πρῶτον μὲν ἡγοῦμαι ἀναγκαῖον εἶναι γνῶναι, τί ἐστι σκάνδαλον· ἔπειτα δὲ καὶ (65) τὴν διαφοράν τῶν σκανδαλίζοντων, καὶ δι' ὧν σκανδαλίζουσι· καὶ οὕτω γνωρίσαι τὸ τε ἀκίνδυνον καὶ τὸ ἐπικίνδυνον. Σκάνδαλον μὲν οὖν ἐστιν, ὡς ἐγὼ λογίζομαι ἐκ τῶν γεγραμμένων ὁδηγούμενος, πᾶν τὸ ἡμᾶς εἰς ἀποστασίαν τινὰ τῆς κατ' εὐσέβειαν ἀληθείας ἄγον, ἢ προσαχθαι τῆς πλάνης· ἢμποιοῦν, ἢ οἰκοδομοῦν εἰς ἀθεσίαν, ἢ καθόλου, πᾶν τὸ καλῶν τῇ ἐντολῇ τοῦ Θεοῦ ὑπακούειν μέχρι καὶ αὐτοῦ τοῦ θανάτου. Ἐὰν μὲν οὖν αὐτὸ κατὰ τὸν ἴδιον λόγον ἀγαθὸν ἢ τὸ λεγόμενον, ἢ τὸ γινόμενον, ἢ δὲ νόσος τοῦ σκανδαλίζοντος τῷ ἔργῳ, ἢ τῷ λόγῳ, ἐν τῇ χρήσει ἐμπωσῇ αὐτῷ τὴν βλάβην, καθαρὸς ἐστιν ἀπὸ τοῦ κήματος τῶν σκανδαλιζομένων ὁ τὸ ἀγαθὸν εἰς οἰκοδομὴν τῆς πίστεως εἰπὼν ἢ ποιήσας (66), ὥσπερ ὁ Κύριος, εἰπὼν μὲν, « Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον· » πρὸς δὲ τοὺς σκανδαλισθέντας ἐπαγαγὼν, « Πᾶσα φυτεία ἣν οὐχ ἐφύτευσεν ὁ Πατὴρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται· » εἰπὼν δὲ, ὅτι « Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον· » καὶ μετ' ὀλίγα· « Οὐδεὶς δύναται εἰσελθεῖν πρὸς με, ἐὰν μὴ ἡ αὐτῷ δεδομένον ἐκ τοῦ Πατρὸς μου· » ὁπότε τοῦτο τοὺς ῥήμασιν εἰς ἀπωλείαν τινες ἐχρήσαντο, καθὼς γέγραπται· « Καὶ

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
