# De Baptismo Libri Duo 826.1

Basilius, De Baptismo Libri Duo, 826.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/826.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/826.1

A πολλοὶ τῶν μαθητῶν, ἀκούσαντες (67) τὸν λόγον τοῦτον, ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ' αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἀπεκρίθη οὖν Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελεύσομεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. » Οἷς γὰρ οἱ ὑγιαίνοντες τὴν πίστιν πρὸς οἰκοδομὴν ἐχρῆσαντο τῆς πίστεως, καὶ περιποίησαν τῆς αἰωνίου σωτηρίας, τούτοις οἱ ἀσθενούντες τὴν γνῶσιν, ἢ τὴν πίστιν, διὰ τὴν ἰδίαν κακίαν, εἰς πρᾶξιν ἀπωλείας ἐχρῆσαντο, κατὰ τὸ γεγραμμένον περὶ τοῦ Κυρίου ὅτι, «Οὗτος κείται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν· » οὐ κατὰ τὴν ἑαυτοῦ πρὸς (68) ἑαυτὸν ἐναντιότητα, ἀλλὰ κατὰ τὴν τῶν χρημένων ἀντικειμένην γνώμην, ὥσπερ καὶ ὁ Ἀπόστολος φησιν· « Οὓς μὲν ὀσμὴ ζωῆς εἰς ζωήν, οὓς δὲ ὀσμὴ θανάτου εἰς θάνατον. »

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
