# De Baptismo Libri Duo 827.4

Basilius, De Baptismo Libri Duo, 827.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/827.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/827.4

1A ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος, « Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραΐς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, » δῆλον, ὅτι (75) καὶ πάντα ἀρχαιέστερον παιδευσόμεθα μνημονεύοντες αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος, ἡνίκα Ἰωάννης ὁ Βαπιστὴς εἶπεν αὐτῷ, « Ἐγὼ χρεῖαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; » ἀποκρινάμενου, ὅτι « Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πάντα δικαιοσύνην· » ἐπὶ δὲ τῶν μαθητῶν, ἡνίκα ἀπηύξατο ὁ Πέτρος τοὺς ἐν Ἱερουσαλὴμ προφητευθέντας ὑπ’ αὐτοῦ τοῦ Κυρίου ἐπα-γέσθαι πειρασμούς, ἀγανακτικώτερον εἰπόντος· « Ὕπαγε ὀπίσω μου, Σατανά, σκάνδαλόν (76) μοι εἰ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· » καὶ πάλιν, ἡνίκα ὁ αὐτὸς Πέτρος παρητήσατο τὴν ὑπηρεσίαν διαθέσει τιμῆς τῆς πρὸς τὸν Δεσπότην, πάλιν εἰπόντος τοῦ Κυρίου ὅτι, « Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. » Εἰ δὲ δεῖ πλεῖον βοηθηθῆναι τὴν ψυχὴν ἐκ τῶν ὁμογενῶν ὑποδείγμασι, μνηνεύσωμεν τοῦ Ἀποστόλου λέγοντος· « Τί ποιεῖτε κλαῖοντες, καὶ συνδρύπτοντές (77) μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἐτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. » Ποῖος δ’ ἂν ἡ ἐνδοξότερος Ἰωάννου, ἢ γνησιώτερος Πέτρου, ἢ λογισμοὶ τῶν

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
