# De Baptismo Libri Duo 828.4

Basilius, De Baptismo Libri Duo, 828.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/828.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/828.4

ΑΠΟΚΡΙΣΙΣ. 1. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ (81) Χριστοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο, ὁράται τε καὶ ἄορατα, ὁμολογοῦντος μὲν ὅτι, « Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ » λέγοντος δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, « Καθὼς ἀπέστειλέ με ὁ Πατήρ, κἀγὼ ἀπέστειλα (82) ὑμᾶς » παραγγέλλοντος δὲ, « Εἰς ὁδὸν ἑθνῶν μὴ ἀπελθεῖν, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσελθεῖν » μετὰ δὲ τὸ τὴν προφητείαν εἰς αὐτὸν πληρωθῆναι τοῦ Δαβὶδ εἰπόντος, ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός, « Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσιν σου τὰ πέρατα τῆς γῆς » τότε καὶ (83) τοῖς ἑαυτοῦ μαθηταῖς παραγγέλλαντος, « Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη » πῶς οὐ πολλῷ μᾶλλον ἕκαστος ἡμῶν ἀκριβέστερον φυλάξαιεν ὀφείλει τὸ τοῦ Ἀποστόλου παράγγελμα γράφοντος, « Μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἕκαστῳ ὡς ὁ Θεὸς ἐμέρισεν μέτρον πίστεως, » ἀναμένειν δὲ, πότε, καὶ τί ἐπιταχθῇ, καθὼς φησι καὶ πάλιν « Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω. » Ἀλλὰ καὶ ὁ αὐτὸς δὲ Ἀπόστολος, ὁ ἕτεροῖς παραγγέλλει, ἀκριβέστερον φυλάσσων, λέγει « Δεξίας ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵν’ ἡμᾶς μὲν εἰς τὰ ἔθνη, αὐτοὺς δὲ εἰς τὴν περιτομήν. »

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
