# De Baptismo Libri Duo 830.4

Basilius, De Baptismo Libri Duo, 830.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/830.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/830.4

2. Παίδευει δὲ ἡμᾶς καὶ ὁ Ἀπόστολος λέγων : « Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Καθὼς γέγραπται ὅτι, Ἐνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε ἄρχαι, οὔτε ἐνεστῶτα, οὔτε δυναμεῖς, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὑψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ » τῆς ἀγάπης, τῆς ἐν Χριστῷ κατῃγχασμένης καὶ ἀπαραλείπτως ἐχούσης τὴν τήρησιν τῶν ἐντολῶν, καθὼς αὐτὸ ὁ Κύριος εἶπεν : Ὁ ἀγαπῶν με τὰς ἐντολὰς μου τηρήσει· ὁ δὲ μὴ τηρῶν μου τοὺς λόγους, οὐτὸς οὐκ ἀγαπᾷ με » καὶ, « Ὑμεῖς φίλοι μοῦ ἐστε, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. » Καινὴ δὲ καὶ ἴδια αὐτοῦ ἐντολὴ τὸ ἀγαπᾶν ἀλλήλους, ἣντινα πληρῶν ὁ Ἀπόστολος φησιν : Ὡςτως ἠμερόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ (88), ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, ὅτι ἀγαπητοὶ ἡμῖν γεγέννησθε. » Ἀφορώντες οὖν εἰς τὸν Χριστὸν (89), τῇ ἐνδόξῳ μιμήσει τὴν προθυμίαν ἐπιτείνωμεν· κατανοοῦντες δὲ τοὺς ἁγίους, τὸ δυνατὸν παιδευσώμεθα, ἵνα, διὰ τούτων προθυμότεροι γενόμενοι, ἀσπίλον καὶ ἀμωμον μέχρι θανάτου πᾶσαν τὴν ἐντολὴν τοῦ Κυρίου φυλάξαντες, εἰς τὴν ζωὴν τὴν αἰώνιον εἰσέλθωμεν, καὶ βασιλείαν οὐρανῶν κληρονομήσωμεν, καθὼς ἐπηγγέλατο ὁ ἀψευδὴς Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστός, ὁ μονογενὴς τοῦ Θεοῦ τοῦ ζῶντος Υἱός.

---

Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000611.
