# De Humilitate 272.2

Basilius, De Humilitate, 272.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-humilitate/272.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-humilitate/272.2

2 Ὃ δὲ δοκεῖ τῶν ἄλλων τῶν ὑπαρχόντων ἀνθρώποις καλῶν μέγιστον εἶναι καὶ βεβαιότερον, ἡ σοφία καὶ ἡ φρόνησις, καὶ τοῦτο ματαῖον ἔχει τὴν ἔπαρσιν, καὶ ὕψος οὐκ ἀληθὲς παρασκευάζει· τῆς παρὰ Θεοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν τούτων λογιζομένων. Διαπίπτει μὲν γὰρ αὐτῷ τῷ διαβόλῳ τὸ κατὰ τοῦ ἀνθρώπου σόφισμα, καὶ καθ’ ἑαυτοῦ τεχνάσας ἔλαθεν ὃ κατὰ τοῦ ἀνθρώπου μεμηχάνηται, οὐδὲν τοσοῦτον ἐκεῖνον ζημιώσας, ὃν ἤλπισεν ἀπαλλαγούσαν Θεοῦ καὶ ζωῆς αἰωνίου, ὅσον ἑαυτὸν προδοὺς, ἀποστάτης Θεοῦ γεγονὼς, καὶ θανάτῳ καταδικασθεὶς αἰωνίῳ. Καὶ τὴν κατὰ τοῦ Κυρίου στήσας παγίδα, διὰ ταύτης ἑάλω, σταυρωθεὶς ἐν ᾧ σταυρώσειν προσεδόκησε, καὶ ἀποθανὼν ἐν ᾧ τὸν Κύριον ἤλπισεν ἀναιρήσειν θανάτῳ. Εἰ δὲ ὁ τοῦ κόσμου ἄρχων, ὁ πρῶτος καὶ μέγιστος καὶ ἀόρατος τῆς κοσμικῆς σοφίας σοφιστὴς, ἁλίσκεται τοῖς ἑαυτοῦ σοφίσμασιν, εἰς τὴν ἐσχάτην περιιστάμενος ἀφροσύνην, πολλῷ μᾶλλον οἱ ἐκείνου μαθηταὶ καὶ ζηλωταὶ, κἂν μυρία σοφίσωνται, Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. D Κατασοφίζεται Φαραὼ καὶ ὁλέθρῳ Ἰσραήλ· ἀλλ’ ἔλαθεν ὁ κατασοφισμὸς αὐτῷ διαλυθεὶς, ὅθεν οὐ προσεδόκησε. Καὶ βρέφος ἐκτεθὲν διὰ τὸ πρόσταγμα αὐτοῦ εἰς θάνατον λανθάνει τρεφόμενον ἐπὶ τῆς οἰκίας τῆς βασιλικῆς, καὶ καθαιροῦν τὴν ἐκείνου δύναμιν καὶ τὴν τοῦ παντὸς ἔθνους, καὶ τὸν Ἰσραὴλ ἐξάγον εἰς ματαίαν, rectius. Edit.

---

Basilius Theol., De Humilitate. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000613.
