# De Humilitate 274.3

Basilius, De Humilitate, 274.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-humilitate/274.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-humilitate/274.3

4 Τί οὖν ἐπαίρεις, εἰπέ μοι, σαυτὸν ὡς ἐπὶ καλοῖς ἰδίοις, ἀντὶ τοῦ χάριν ἐπὶ τοῖς δώροις ὁμολογεῖν τῷ δεδωκότι; Τί γὰρ ἔχεις, ὦ σὺν ἐλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Οὐ σὺ Θεὸν ἔγνως διὰ δικαιοσύνης, ἀλλὰ Θεός σε διὰ χριστότητα ἔγνω. Γνόντες, φησὶ, Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ. Οὐ σὺ Χριστὸν κατείληφας διὰ τῆς ἀρετῆς, ἀλλὰ Χριστός σε διὰ τῆς παρουσίας κατείληφε. Διώκω, φησὶν, εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ. Οὐχ ὑμεῖς με ἐξελέξασθε, φησὶν ὁ Κύριος, ἀλλ’ ἐγὼ ἐξελελάμην ὑμᾶς. Ἀλλ’ ὅτι τετίμησαι, μέγα φρονεῖς, καὶ τὸν Θεὸν πρόφασιν ὑπερηφανίας λαμβάνεις; Καὶ τότε γνώσῃ σεαυτὸν ὅστις εἶ, ὡς Ἀδὰμ ἐκβληθεὶς ἐκ τοῦ παραδείσου, ὡς Σαοὺλ καταλειφθεὶς ὑπὸ Πνεύματος Θεοῦ, ὡς Ἰσραὴλ τῆς ἁγίας ῥίζης ἀπομηθείς. Τῇ πίστει, φησὶν, ἔστηκα· μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ. Κρίσις ἕπεται χάριτι, καὶ ὅπως ἐχρήσω τοῖς χαρισθεῖσιν, ὁ κριτὴς ἐξετάσει. Εἰ δὲ μηδὲ τοῦτο αὐτὸ συνίῃς, ὅτι χάριτος τετύχηκας, ἀλλ’ ἴδιον ποιῇ κατόρθωμα τὴν χάριν ὑπερβολῇ τῆς ἀναισθησίας, οὐκ εἶ τοῦ μακαρίου τιμιώτερος ἀποστόλου Πέτρου. Οὐδὲ γὰρ ἀγάπη τῇ πρὸς τὸν Κύριον ὑπερβαλέσθαι δυνήσῃ τὸν οὕτω σφοδρῶς ἀγαπῶντα, ὡς καὶ ὑπερανοθήσκειν ἐθέλειν. Ἀλλ’ ὅτι μεγαλοφρονέστερον ἐφθέγξατο, λέγων, Εἰ καὶ πάντες σκυνδαλισθήσονται ἐν σοί, ἀλλ’ ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι, παρεβόθη τῇ ἀνθρωπίνῃ δειλίᾳ, καὶ πέπτωκεν εἰς ἄρνησιν, σωφρονιζόμενος τῷ σφάλματι πρὸς εὐλαβείαν , καὶ διδασκόμενος φείδεσθαι τῶν ἀσθενούντων,

---

Basilius Theol., De Humilitate. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000613.
